371
δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν 8.18.23 Τάναϊν. ἦρχε δὲ αὐτῶν Σανδὶλ, ἀνὴρ ξυνετώτατος μὲν καὶ πολέμων πολλῶν ἔμπειρος, ἐς ἀλκὴν δὲ 8.18.24 καὶ ἀνδρίαν ἱκανῶς πεφυκώς. ἐπεὶ δὲ τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον. ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν ἡ μάχη ἐγεγόνει, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους 8.18.25 πολλοὺς ἔκτειναν. ὀλίγοι δέ τινες φεύγοντες, ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ γέγονε, διεσώθησαν. καὶ αὐτῶν οἱ πολέμιοι παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ' οἴκου ἀπεκομίσθησαν. 8.19.1 Τούτων δὲ τῶν βαρβάρων τότε πρὸς ἀλλήλους διαμαχομένων ᾗπέρ μοι εἴρηται, τοῦ τε κινδύνου σφίσι κατὰ τὴν ἀγωνίαν ἀκμάζοντος, εὐτυχίᾳ χρῆσθαι 8.19.2 Ῥωμαίοις ξυνηνέχθη πολλῇ. ὅσοι γὰρ αὐτῶν ὑπὸ Κουτριγούροις ἐν αἰχμαλώτων λόγῳ ὄντες ἐτύγχανον, ἐς μυριάδας, ὥς φασι, ξυνιόντες πολλὰς, ἐν τῷ πόνῳ τούτῳ διαλαθόντες ἐνθένδε τε κατὰ τάχος ἐξαναστάντες οὐδενὸς σφίσιν ἐπισπομένου ἐς τὰ πάτρια ἤθη ἀφίκοντο, καὶ νίκης ἀλλοτρίας ἐν τοῖς ἀναγκαιοτάτοις 8.19.3 ἀπώναντο. βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον στρατηγὸν στείλας παρά τε Χινιαλὼν καὶ Οὔννους τοὺς ἄλλους, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ῥωμαίων 8.19.4 τῆς γῆς. οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μήτε φόνον ἔτι ἐργάσεσθαι μήτε ἀνδραποδιεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δράσειν, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσε8.19.5 σθαι τῶν τῇδε ἀνθρώπων. ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρῴᾳ ἐπανιόντες ἱδρύεσθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι· ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ Θρᾴκης χωρίων, ἐφ' ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων. 8.19.6 Ἤδη δὲ καὶ Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτιγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν, παῖδάς τε καὶ γυναῖκας 8.19.7 ἐπαγόμενοι· ἡγοῦντο δὲ αὐτῶν ἄλλοι τε καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπί τε Γελίμερα καὶ Βανδίλους ἐστράτευσε· γίνονταί τε Ἰουστινιανοῦ βασιλέως ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ, ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ 8.19.8 Θρᾴκης ἐκέλευσεν. ἅπερ ἐπεὶ Σανδὶλ, ὁ τῶν Οὐτιγούρων βασιλεὺς, ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τιννύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψε πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας, οὐκ ἐπιστολὴν αὐτοῖς τινα ἐγχειρίσας, ἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσὶ καὶ οὔτε γραμματιστήν τινα ἔχουσιν οὔτε τῳ περὶ τὰ γράμματα πόνῳ συναύξεται αὐτοῖς τὰ παιδία, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστοματιοῦντας, ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν. 8.19.9 ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ λέγειν οἱ ἔφασαν δι' αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε βασιλέα Σανδίλ «Παροιμίαν τινὰ ἐκ παιδὸς «ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι, τοι8.19.10 «αύτη τις ἡ παροιμία τυγχάνει οὖσα. τὸ θηρίον ὁ «λύκος τῆς μὲν τριχὸς, φασὶν, ἴσως ἄν τι καὶ παραλλάξαι «οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέ»φει, οὐκ ἀφιείσης αὐτῷ μεθαρμοσαμένῳ ταύτην τῆς 8.19.11 «φύσεως. ταῦτα μὲν», παροιμιαζόμενός φησιν ὁ Σανδὶλ, «τῶν πρεσβυτέρων ἀκήκοα, πλαγίῳ τινὶ παραδηλούν»των τὰ ἀνθρώπινα λόγῳ. οἶδα δέ τι καὶ ἀπὸ τῆς «πείρας μαθὼν, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον 8.19.12 «ἐκμαθεῖν· τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας «ἀναιρούμενοι οὐκ