96
ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη· Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη. 2.29.4 ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγα τέ οἱ ἀπ' αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ 2.29.5 βασιλεῖ ἐς ὄψιν ἥκειν. ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτό τε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀν2.29.6 θρώπου ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη. ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ 2.29.7 ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη. ἀλλ' ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ 2.29.8 ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε. Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ' οἴκου ἄπρακτος ἀνεχώρησε. 2.29.9 Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν. 2.29.10 Ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ ∆αγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς 2.29.11 ἔπεμψεν. οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖς τε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ 2.29.12 τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο. Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι 2.29.13 σφίσιν οἱ Πέρσαι διαρκῶς ἔτυχον. τούτοις δὲ ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἱππέων τε καὶ πεζῶν ἐπ' αὐτοὺς ἔστελλεν, οἷς δὴ ἄρχοντα Μερμερόην ἐπέστησεν. ὧνπερ ὁ Γουβάζης αἰσθόμενος τῷ ∆αγισθαίῳ ἐπίκοινα βουλευσάμενος ἐποίει τάδε. 2.29.14 Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστά πη τῶν Τζανικῆς ὁρίων ἐν Ἀρμενίοις, οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται. καὶ τὰ μὲν πρῶτα ἐν δεξιᾷ ἐπὶ πλεῖστον χωρεῖ, βραχύς τε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν ἄχρι ἐς χῶρον, οὗ δὴ ἐν δεξιᾷ μὲν Ἰβήρων τὰ ὅριά 2.29.15 ἐστι, καταντικρὺ δὲ τελευτᾷ ὄρος ὁ Καύκασος. ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ καὶ Ἀλανοί τε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοί τε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες, Ζῆχοί τε καὶ μετ' αὐτοὺς Οὖννοι, οἳ Σάβειροι 2.29.16 ἐπικαλοῦνται. ἐπειδὰν δὲ ὁ ποταμὸς οὗτος ἀφίκηται ἵνα δὴ τοῦ τε Καυκάσου καὶ Ἰβηρίας τὰ ὅριά ἐστιν, ἐνταῦθα ἐπιγινομένων οἱ καὶ ἄλλων ὑδάτων μείζων τε παρὰ πολὺ γίνεται καὶ Φᾶσις ἀντὶ Βόα τὸ ἐνθένδε καλούμενος φέρεται, ναυσίπορος γεγενημένος ἄχρι ἐς τὸν Εὔξεινον καλούμενον πόντον, οὗ δή οἱ καὶ τὰς ἐκβολὰς ξυμβαίνει εἶναι, καὶ αὐτοῦ ἐφ' ἑκάτερα Λαζική 2.29.17 ἐστιν. ἀλλ' ἐν δεξιᾷ μὲν ξύμπασα ἐπὶ πλεῖστον ἡ χώρα πρὸς τῶν τῇδε ἀνθρώπων οἰκεῖται μέχρι τῶν 2.29.18 Ἰβηρίας ὁρίων. κῶμαί τε γὰρ αἱ Λαζῶν πᾶσαι τοῦ ποταμοῦ ἐντὸς ἐνταῦθά εἰσι καὶ πολίσματα ἐκ παλαιοῦ σφίσι ταύτῃ πεποίηνται, ἐν τοῖς Ἀρχαιόπολις, ἐχυρωτάτη οὖσα, Σεβαστόπολίς τε ἐνταῦθα καὶ τὸ Πιτιοῦντος φρούριόν ἐστι Σκάνδα τε καὶ Σαραπανὶς πρὸς τοῖς Ἰβηρίας ὁρίοις. πόλεις μέντοι ἀξιολογώταται ἐνταῦθά 2.29.19 εἰσι Ῥοδόπολις καὶ Μοχήρησις. τοῦ δὲ ποταμοῦ ἐν ἀριστερᾷ Λαζικῆς μὲν τὰ ὅριά ἐστι μέχρι ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ, ἔρημον δὲ ξυμβαίνει ἀνθρώπων τὴν χώραν εἶναι. ταύτην προσοικοῦσι Ῥωμαῖοι τὴν 2.29.20 χώραν, οἳ Ποντικοὶ ἐπικαλοῦνται. ἐν μὲν οὖν τοῖς Λαζικῆς ὁρίοις, ἔνθα δὴ ἄνθρωποι οὐδαμῆ ᾤκηντο, Πέτραν Ἰουστινιανὸς ὁ βασιλεὺς τὴν πόλιν ἐν τοῖς 2.29.21 κατ' ἐμὲ χρόνοις ἐδείματο. οὗπερ Ἰωάννης, ὁ Τζίβος ἐπικαλούμενος, τὸ μονοπώλιον