16
σάλον· οὐ «γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν «βουλῇ εἶναι ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρ»σαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιά»ζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ «διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην «ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς «ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι, λόγῳ δὲ 1.11.16 «ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι. καίτοι «χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν «παντὶ ἀποκρούεσθαι σθένει· σὲ μὲν, ὦ βασιλεῦ, ὅπως «δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δὲ, ὦ «στρατηγὲ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμπο1.11.17 «δὼν γένοιο. τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς «ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που «καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς «ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ «Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν 1.11.18 «βούλεται. οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε· «φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε «νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώ»ποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι «βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις «κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ τοῦ πα»τρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα «λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.» 1.11.19 Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ 1.11.20 τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο. ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ' ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ' ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς 1.11.21 εἰσποίησιν θέσθαι βουλομένῳ εἴη. καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο, ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιή1.11.22 σωνται. καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ' αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ' ὅ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ, ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ἐσποιοῦνται, ἀλλ' ὅπλων 1.11.23 σκευῇ. οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ 1.11.24 εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται. γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦπρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ 1.11.25 Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος· ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα μὲν Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης, τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν. 1.11.26 οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες, ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ 1.11.27 τῇ εἰρήνῃ εὖ θήσονται. ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον 1.11.28 στέλλοιτο. πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα, ἣ νῦν Λαζικὴ ἐπικαλεῖται, Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν 1.11.29 βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ 1.11.30 προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. ἑκάτεροι οὖν διαλυθέντες ἐπ' οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε