309
ὅσα δεσπότην δυσμενῆ τοὺς δεδουλωμένους ὀνειδίζειν 7.21.15 εἰκός. Ἡρωδιανόν τε αὐτοῖς ἐνδεικνύμενος καὶ τοὺς τὴν πόλιν αὐτῷ παραδόντας Ἰσαύρους «Ὑμεῖς μὲν» ἔφη «ξύντροφοι Γότθοις γεγενημένοι οὐδὲ χῶρόν «τινα ἔρημον ἐς τήνδε ἡμῖν ἐνδιδόναι τὴν ἡμέραν «ἐγνώκατε, οἵδε δὲ ἡμᾶς Ῥώμῃ τε αὐτῇ καὶ Σπολιτίῳ 7.21.16 «ἐδέξαντο. διόπερ ὑμεῖς μὲν ἐν οἰκετῶν λόγῳ γεγένη»σθε, οὗτοι δὲ Γότθοις φίλοι τε, ὡς τὸ εἰκὸς, καὶ «ξυγγενεῖς γεγενημένοι τὰς ὑμετέρας ἀρχὰς τὸ λοιπὸν 7.21.17 «ἕξουσιν.» οἱ μὲν οὖν πατρίκιοι ταῦτα ἀκούοντες σιωπῇ εἴχοντο. Πελάγιος δὲ Τουτίλαν ὑπὲρ ἀνδρῶν ἐπταικότων τε καὶ δεδυστυχηκότων παραιτούμενος οὐκέτι ἀνίει, ἕως αὐτοὺς φιλανθρωπίας ὑπόσχεσιν ποιησάμενος ἀπεπέμψατο. 7.21.18 Ἔπειτα δὲ Πελάγιόν τε καὶ τῶν ἐν Ῥώμῃ ῥητόρων ἕνα, Θεόδωρον ὄνομα, πρέσβεις ἐς βασιλέα Ἰουστινιανὸν ἔστειλεν, ὅρκοις αὐτοὺς δεινοτάτοις καταλαβὼν, ὅτι τε εὐνοίᾳ ἐς αὐτὸν χρήσονται καὶ ἀναστρέφειν ὅτι τάχιστα 7.21.19 ἐς τὴν Ἰταλίαν ἐν σπουδῇ ἕξουσιν. ἐπέστελλέ τε αὐτοῖς τὴν εἰρήνην οἱ παντὶ σθένει παρὰ βασιλέως πορίζεσθαι, ὅπως δὴ μὴ αὐτὸς ἀναγκάζηται Ῥώμην ἐς ἔδαφος καθελὼν ξύμπασαν καὶ τοὺς ἐκ τῆς συγκλήτου διαφθείρας βουλῆς ἐς Ἰλλυριοὺς τὸν πόλεμον ἄγειν. 7.21.20 καὶ γράμματα δὲ Ἰουστινιανῷ βασιλεῖ ἔγραψεν. ἤδη μὲν οὖν βασιλεὺς ἠκηκόει τὰ ἐν Ἰταλίᾳ ξυμπεπτωκότα. ἐπεὶ δὲ καὶ οἱ πρέσβεις παρ' αὐτὸν ἦλθον, ἀπήγγειλάν τε ὅσα ὁ Τουτίλας σφίσιν ἐπέστελλε καὶ τὴν ἐπιστολὴν 7.21.21 ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ὅσα μὲν ἐν «Ῥωμαίων τῇ πόλει γενέσθαι ξυνέβη, ἐπεὶ μεμαθηκέναι 7.21.22 «σε ἅπαντα οἶμαι, σιωπᾶν ἔγνωκα. ὧν δὲ ἕνεκα τοὺς «πρέσβεις ἀπέσταλκα τούσδε αὐτίκα εἴσῃ. αἰτούμεθα «τὰ ἐκ τῆς εἰρήνης καλὰ σέ τε προσίεσθαι αὐτὸν καὶ 7.21.23 «ἡμῖν ξυγχωρεῖν. ὧνπερ μνημεῖά τε καὶ παραδείγματα «κάλλιστα ἔχομεν Ἀναστάσιόν τε καὶ Θευδέριχον, οἳ «βεβασιλεύκασι μὲν οὐ πολλῷ πρότερον, εἰρήνης δὲ «καὶ ἀγαθῶν πραγμάτων ἅπαντα ἐνεπλήσαντο τὸν κατ' 7.21.24 «αὐτοὺς χρόνον. ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ «εἴη, πατήρ τε ἂν ἐμὸς εἰκότως καλοῖο καὶ ξυμμάχους 7.21.25 «ἡμᾶς ἐφ' οὓς ἂν βούλοιο τὸ λοιπὸν ἕξεις.» ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἀπενεχθέντα εἶδε, καὶ τοὺς λόγους τῶν πρέσβεων ἅπαντας ἤκουσεν, ἀπεπέμψατο αὐτοὺς αὐτίκα δὴ μάλα, τοῦτό τε μόνον αὐτοῖς ἀποκρινόμενος καὶ Τουτίλᾳ γράψας, ὅτι δὴ αὐτοκράτορα τοῦ πολέμου πεποίηται Βελισάριον, κύριός τε διὰ τοῦτο ἐκεῖνος εἴη τὰ πρὸς Τουτίλαν ὅπως βούλοιτο διοικήσασθαι. 7.22.1 Ἐν ᾧ δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς 7.22.2 τάδε ξυνηνέχθη γενέσθαι. Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς 7.22.3 τὰ ἐπὶ Λευκανίας χωρία. καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν· ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάν7.22.4 των μάλιστα. ἅπερ ἐπεὶ ὁ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινὰς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ 7.22.5 ἀποπειρᾶσθαι. οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις 7.22.6 τοὺς ἐναντίους ἐτρέψαντο. φόνος τε αὐτῶν ἐγεγόνει πολύς. γνοὺς δὲ ταῦτα ὁ Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην 7.22.7 καὶ Λευκανοὺς ἰέναι. τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι, ἀλλὰ Βελισάριος μαθὼν 7.22.8 πρέσβεις τε καὶ γράμματα παρ' αὐτὸν ἔπεμψεν. οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν