41
1.24.16 τις ἦν. Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ' αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον. 1.24.17 Ἕως μὲν οὖν ὁ δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον· ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἔκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ' ᾧ κτείνωσι. διὸ δὴ βασιλεὺς ἑταιρίζεσθαι τὸν δῆμον ἐθέλων 1.24.18 ἄμφω τῆς ἀρχῆς ἐν τῷ παραυτίκα παρέλυσε. καὶ Φωκᾶν μὲν, ἄνδρα πατρίκιον, ἔπαρχον τῆς αὐλῆς κατεστήσατο, ξυνετώτατόν τε καὶ τοῦ δικαίου ἐπιμελεῖσθαι ἱκανῶς πεφυκότα· Βασιλείδην δὲ τὴν τοῦ κοιαίστωρος ἀρχὴν ἔχειν ἐκέλευεν, ἔκ τε ἐπιεικείας 1.24.19 γνώριμον ἐν πατρικίοις ὄντα καὶ ἄλλως δόκιμον. οὐδὲν μέντοι ἧσσον ἡ στάσις ἐπ' αὐτοῖς ἤκμαζε. πέμπτῃ δὲ ἀπὸ τῆς στάσεως ἡμέρᾳ περὶ δείλην ὀψίαν Ἰουστινιανὸς βασιλεὺς Ὑπατίῳ τε καὶ Πομπηίῳ τοῖς Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῖς οἴκαδε ὡς τάχιστα ἐπέσκηπτεν ἰέναι, εἴτε τι νεώτερον πράσσεσθαι πρὸς αὐτῶν ἐς σῶμα τὸ οἰκεῖον ὑποτοπήσας εἴτε καὶ αὐτοὺς 1.24.20 ἡ πεπρωμένη ἐς τοῦτο ἦγεν. οἱ δὲ, ὅπερ ἐγένετο, δείσαντες μὴ σφᾶς ὁ δῆμος ἐς τὴν βασιλείαν βιάζοιτο, ἔφασαν οὐ δίκαια ποιήσειν εἰ σφῶν τὸν βασιλέα παρή1.24.21 σουσιν ἐς τοσόνδε κίνδυνον ἥκοντα. ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον ἐς τὴν ὑποψίαν ἐνέπιπτε, καὶ αὐτοὺς αὐτίκα μάλα ἐκέλευεν ἀπαλλάσσεσθαι. οὕτω γοῦν οἴκαδε τὼ ἄνδρε τούτω ἐκομιζέσθην καὶ, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην. 1.24.22 Τῇ δὲ ὑστεραίᾳ ἅμα ἡλίῳ ἀνίσχοντι ἔκπυστα ἐς τὸν δῆμον ἐγένετο ὡς ἀμφοτέρω ἀπηλλαγήτην τῆς ἐν παλατίῳ διατριβῆς. ἔτρεχον οὖν ἐπ' αὐτοὺς ὁ λεὼς ἅπας, βασιλέα τε Ὑπάτιον ἀνηγόρευον, καὶ αὐτὸν ὡς 1.24.23 παραληψόμενον τὰ πράγματα ἐς τὴν ἀγορὰν ἦγον. ἡ δὲ Ὑπατίου γυνὴ Μαρία, ξυνετή τε οὖσα καὶ δόξαν ἐπὶ σωφροσύνῃ μεγίστην ἔχουσα, εἴχετο μὲν τοῦ ἀνδρὸς καὶ οὐ μεθίει, ἐβόα δὲ ὀλολυγῇ τε χρωμένη καὶ τοῖς ἐπιτηδείοις ἅπασιν ἐγκελευομένη, ὡς αὐτὸν τὴν 1.24.24 ἐπὶ θανάτῳ οἱ δῆμοι ἄγοιεν. ὑπερβιαζομένου μέντοι τοῦ ὁμίλου, αὐτή τε οὐχ ἑκοῦσα μεθῆκε τὸν ἄνδρα καὶ αὐτὸν ὁ λεὼς οὔτι ἑκούσιον ἐς τὴν Κωνσταντίνου ἀγορὰν ἥκοντα ἐς τὴν βασιλείαν ἐκάλουν, καὶ (οὐ γὰρ ἦν αὐτοῖς οὔτε διάδημα οὔτε τι ἄλλο ὧν δὴ βασιλέα περιβάλλεσθαι νόμος) στρεπτόν τινα χρυσοῦν ἐπὶ τῇ 1.24.25 κεφαλῇ θέμενοι βασιλέα Ῥωμαίων ἀνεῖπον. ἤδη δὲ καὶ τῶν ἐκ βουλῆς ξυνιόντων, ὅσοι οὐκ ἀπολειφθέντες ἐτύγχανον ἐν τῇ βασιλέως αὐλῇ, πολλαὶ μὲν ἐλέγοντο γνῶμαι ὡς αὐτοῖς ἰτέον ἀγωνιουμένοις ἐς παλάτιον· 1.24.26 Ὠριγένης δὲ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδε «Τὰ μὲν παρόντα ἡμῖν, ὦ ἄνδρες Ῥωμαῖοι, πράγματα «μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε. πόλεμος «δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάν1.24.27 «των ὡμολόγηται εἶναι. τῶν δὲ δὴ πράξεων αἱ με»γάλαι οὐ βραχύτητι καιροῦ κατορθοῦσθαι θέλουσιν, «ἀλλ' εὐβουλίᾳ τε λογισμῶν καὶ πόνοις σωμάτων, ἅπερ 1.24.28 «ἄνθρωποι ἐς χρόνου μῆκος ἐνδείκνυνται. ἢν μὲν «οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν, ἐπὶ ξυροῦ μὲν ἀκμῆς «τὰ πράγματα ἡμῖν στήσεται, περὶ δὲ τῶν ὅλων ἐν «βραχεῖ διακινδυνεύσομεν χρόνῳ, τῶν δὲ ἀποβήσεσθαι «μελλόντων ἕνεκα τὴν τύχην ἢ προσκυνήσομεν ἢ 1.24.29 «μεμψόμεθα πάντως. τὰ γὰρ τῶν πραγμάτων ὀξύτατα «ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. «ἢν δὲ σχολαίτερον τὰ παρόντα διοικησώμεθα, οὐδὲ «βουλομένοις παρέσται ἡμῖν Ἰουστινιανὸν ἐν παλατίῳ «λαβεῖν, ἀλλ' ἀγαπήσει ὡς τάχιστα ἤν τις αὐτὸν ἐῴη 1.24.30 «φυγεῖν. ἀρχὴ γὰρ περιορωμένη καταρρεῖν εἴωθεν, «ἀποληγούσης αὐτῇ τῆς ἰσχύος ἐς ἡμέραν ἑκάστην. «ἔστι τοίνυν ἡμῖν βασίλεια ἕτερα, Πλακιλλιαναί τε «καὶ τὰ Ἑλένης ἐπώνυμα, ὅθεν