323
πεπονθότι ἀνή»κεστα ἔργα οὐδαμῆ συναλγεῖς· ἐγὼ δέ σε οἰκτείρω «τῆς ἐπ' ἀμφοῖν ταῖν γυναικοῖν, ὦ βέλτιστε, τύχης, «ἧς τε οὐ δέον ἐστέρησαι καὶ ᾗ ξυνοικεῖν ἠναγκάσθης. 7.32.9 «καίτοι οὐδένα εἰκὸς, ὅτῳ φρονήματος καὶ κατὰ βραχύ «τινος μέτεστι, τὸν Ἰουστινιανοῦ ἀναδύεσθαι φόνον «οὔτε ὀκνήσει οὔτε ὀρρωδίᾳ τινὶ, ὃς δὴ κάθηται ἀφύ»λακτος ἐς ἀεὶ ἐπὶ λέσχης τινὸς ἀωρὶ νύκτωρ, ὁμοῦ «τοῖς τῶν ἱερέων ἐσχατογέρουσιν ἀνακυκλεῖν τὰ Χριστια7.32.10 «νῶν λόγια σπουδὴν ἔχων. ἀλλὰ γὰρ» ἔφη «οὐδέ τίς «σοι ἀντιστήσεται τῶν Ἰουστινιανοῦ ξυγγενῶν. ὁ μέν»τοι γε πάντων δυνατώτατος Γερμανὸς, οἶμαι, ξυλλή»ψεταί σοι προθυμούμενος ξὺν τοῖς παισὶ τοῖς αὑτοῦ, «νεανίαις τε οὖσι καὶ τῇ τε ἡλικίᾳ καὶ τῷ θυμῷ ἐπ' «αὐτὸν ζέουσιν, οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν 7.32.11 «ἐλπίδα ἔχω. ἠδικημένοι γὰρ πρὸς ἐκείνου τυγχάνουσιν «ἤδη ὅσα οὔτε ἡμεῖς οὔτε τις ἄλλος Ἀρμενίων οὐδείς.» τοιούτοις Ἀρσάκης ἀεὶ καταγοητεύων τὸν Ἀρταβάνην, ἐπειδή ποτε αὐτὸν ἐνδόντα εἶδεν, ἐπί τινα Περσαρμένιον ἕτερον, Χαναράγγην ὄνομα, τὸ πρᾶγμα ἦγεν. 7.32.12 ἦν δὲ οὗτος ὁ Χαναράγγης νεανίας μὲν, καλὸς δὲ τὸ σῶμα, οὐ μέντοι κατεσπουδασμένος, ἀλλ' ἐπὶ πλεῖστον παιδαριώδης. 7.32.13 Ἐπεὶ οὖν Ἀρσάκης αὐτόν τε καὶ Ἀρταβάνην τά τεἐς τὴν γνώμην καὶ ἐς τοὺς λόγους ξυνέμιξεν, ἀπηλλάσσετο ἐπαγγειλάμενος Γερμανόν τε καὶ τοὺς αὐτοῦ 7.32.14 παῖδας ὁμογνώμονας ἐς τὸ ἔργον θήσεσθαι σφίσι. καὶ ἦν γὰρ Ἰουστῖνος ὁ πρεσβύτερος τῶν Γερμανοῦ παίδων νεανίας μὲν καὶ πρῶτον ὑπηνήτης, δραστήριος 7.32.15 δὲ καὶ ἐς τὰς πράξεις ὀξύτερος· ὥστε καὶ ἐς τῶν ὑπάτων τὸν δίφρον οὐ πολλῷ ἔμπροσθεν ἀναβεβήκει. ἀφικόμενός τε παρ' αὐτὸν Ἀρσάκης ἔφασκέν οἱ λάθρα 7.32.16 ἐν ἱερῷ τινι ἐντυχεῖν βούλεσθαι. ἐπεί τε ἐν τῷ ναῷ ἐγενέσθην ἄμφω, ἠξίου πρῶτον Ἀρσάκης τὸν Ἰουστῖνον δι' ὅρκων ἰσχυρίσασθαι μή ποτε τοὺς λόγους ἔς τινα τῶν πάντων ἀνθρώπων ὅτι μὴ ἐς τὸν πατέρα μόνον 7.32.17 ἐξοίσειν. ταῦτά τε ὀμωμοκότι τῷ ἀνδρὶ ὠνείδιζεν εἰ βασιλεῖ ξυγγενὴς πλησιαίτατος ὢν ἀγοραίους μὲν καὶ ἀγελαίους ἀνθρώπους τινὰς ἔχοντας οὐδὲν αὐτοῖς προσῆκον ὁρῶν τὰς τῆς πολιτείας ἀρχὰς, αὐτὸς δὲ τηλίκος ὢν ἤδη ὡς αὐτοῦ εἶναι διοικεῖσθαι τὰ πράγματα, οὐχ αὑτὸν μόνον περιορῴη, ἀλλὰ καὶ τὸν πατέρα, καίπερ ἐπ' ἄκρον ἀρετῆς ἥκοντα, καὶ τὸν ἀδελφὸν Ἰουστινιανὸν ἐν ἰδιώτου μοίρᾳ καθημένους τὸν πάντα αἰῶνα. 7.32.18 καὶ οὐδὲ τοῦ θείου τὴν οὐσίαν αὐτὸν εἰσιέναι ξυνέβη, ἧς δὴ κληρονόμος τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην αὐτὸς γεγονὼς, εἶτα οὐ δέον ἐκ τοῦ ἐπὶ πλεῖστον 7.32.19 ἀφῄρηται. καίτοι πολλῷ ἔτι μᾶλλον αὐτοὺς περιοφθήσεσθαι εἰκὸς αὐτίκα δὴ μάλα, ἐπειδὰν τάχιστα Βελισάριος ἐξ Ἰταλίας ἀφίκηται. ἠγγέλλετο γὰρ ὢν ἐν 7.32.20 Ἰλλυριοῖς ἤδη που μέσοις. τοσαῦτα ὑπειπὼν Ἀρσάκης ἐς τὴν ἐς βασιλέα ἐπιβουλὴν τὸν νεανίαν ὥρμα, τά τέ οἱ αὐτῷ καὶ Ἀρταβάνῃ ξυγκείμενα καὶ τῷ Χαναράγγῃ 7.32.21 ἀμφὶ τὸ ἔργον τοῦτο ἀποκαλύψας. ταῦτα Ἰουστῖνος ἀκούσας ξυνεταράχθη τε καὶ ἰλιγγιάσας ἄντικρυς τῷ Ἀρσάκῃ ἀπεῖπε μήτ' ἄν οἱ αὐτῷ μήτε Γερμανῷ τῷ πατρὶ ταῦτά ποτε ποιητέα εἶναι. 7.32.22 Καὶ ὁ μὲν Ἀρσάκης τὰ ξυμπεσόντα τῷ Ἀρταβάνῃ ἀπήγγειλεν, ὁ δὲ Ἰουστῖνος ἐς τὸν πατέρα τὸν πάντα λόγον ἀνήνεγκε. καὶ ὃς Μαρκέλλῳ κοινολογησάμενος, ὃς τῶν ἐν Παλατίῳ φυλάκων ἦρχεν, ἀμφὶ τὸ πρᾶγμα ξυμβουλὴν ἐποιεῖτο, εἴπερ σφίσι ταῦτα ἐς βασιλέα 7.32.23 ἐξενεγκεῖν ξύμφορον εἴη. ἦν δὲ οὗτος ὁ Μάρκελλος ἐμβριθέστατός τε τὸ ἦθος καὶ τῇ σιωπῇ τὰ πολλὰ νέμων, οὔτε χρημάτων τι ἕνεκα πράσσων οὔτε λόγων ἢ πράξεων γελωτοποιῶν ἀνεχόμενος οὔτε ἄλλως ἀνειμένῃ διαίτῃ χαίρων, ἀλλὰ βίον σκληρόν τέ τινα καὶ ἡδονῆς ἀλλότριον ἐς ἀεὶ ἔχων, τοῦ μέντοι δικαίου ἐπιμελητὴς ἀκριβὴς καὶ τοῦ ἀληθοῦς διαπυρώτατος 7.32.24 ἐραστής. ὃς δὴ τότε οὐκ εἴα τὸν λόγον ἐς βασιλέα φέρεσθαι. «Σὲ μὲν γὰρ τούτου» ἔφη «μηνυτὴν γενέ»σθαι ἀξύμφορον. ἢν γάρ τι λάθρα ἐρεῖν βασιλεῖ «βούλοιο, ὑποτοπήσουσί τε εὐθὺς οἱ ἀμφὶ Ἀρταβάνην «αὐτὸ μεμηνύσθαι, καὶ ἤν που Ἀρσάκης διαφυγὼν 7.32.25 «λαθεῖν δύνηται, ἀνεξέλεγκτον τὸ ἔγκλημα μενεῖ. ἐγὼ