119
ἐποίει. ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. 3.11.22 Γελίμερ δὲ Τριπόλεώς τε πρὸς Πουδεντίου καὶ Σαρδοῦς πρὸς Γώδα ἐστερημένος, Τρίπολιν μὲν ἀνασώσασθαι μόλις ἤλπισεν, ἀπωτέρω τε ᾠκημένην καὶ Ῥωμαίων ἤδη τοῖς ἀποστᾶσι ξυλλαμβανόντων, ἐφ' οὓς δὴ μὴ αὐτίκα στρατεύειν ἔδοξέν οἱ ἄριστα ἔχειν· ἐς δὲ τὴν νῆσον προτερῆσαι ἠπείγετο, πρὶν ἢ καὶ ἐς 3.11.23 ταύτην ξυμμαχίαν ἐκ βασιλέως ἥκειν. ἀπολέξας οὖν Βανδίλων χιλιάδας πέντε καὶ ναῦς εἴκοσι καὶ ἑκατὸν τὰς ἄριστα πλεούσας στρατηγόν τε ἀποδείξας Τζάζωνα 3.11.24 τὸν ἀδελφὸν ἔστελλε. καὶ οἱ μὲν ἐπὶ Γώδαν τε καὶ Σαρδὼ θυμῷ τε πολλῷ καὶ σπουδῇ χρώμενοι ἔπλεον, βασιλεὺς δὲ Ἰουστινιανὸς Βαλεριανόν τε καὶ Μαρτῖνον προτέρους ἔστελλεν, ἐφ' ᾧ προσδέξονται τὴν ἄλλην 3.11.25 στρατιὰν ἐς τὰ ἐν Πελοποννήσῳ χωρία. καὶ ἐπειδὴ ἐν ταῖς ναυσὶν ἄμφω ἐγενέσθην, ἐνθύμιον βασιλεῖ ἐγένετο ἐντέλλεσθαί τι αὐτοῖν· ὃ καὶ πρότερον ἐθέλοντα λέγειν ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν 3.11.26 περιλαβοῦσα ἐξέκρουσε. μεταπεμψάμενος οὖν αὐτὼ λέγειν ἔμελλεν ἃ ἐβούλετο, ἀλλὰ ξυμβαλὼν εὕρισκεν ὡς οὐκ ἂν αὐτοῖν αἴσιον εἴη τὴν πορείαν ἐκκόψαι. 3.11.27 ἔπεμπεν οὖν τινας ἀπεροῦντας αὐτοῖν μήτε ἀναστρέφειν 3.11.28 ἐς αὐτὸν αὖθις μήτε ἐκ τῶν νεῶν ἀποβαίνειν. οἱ δὲ, ἐπεὶ τῶν νεῶν ἀγχοῦ ἐγένοντο, ἐκέλευον ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ μηδαμῶς ἀναστρέφειν, ἔδοξέ τε τοῖς παροῦσιν οἰωνός τε εἶναι οὐκ ἀγαθὸς τὸ γινόμενον καὶ οὔποτε τῶν ἐν ταῖς ναυσὶν ἐκείναις τινὰ 3.11.29 ἐκ Λιβύης ἐς Βυζάντιον ἐπανήξειν. πρὸς γὰρ δὴ τῷ οἰωνῷ καὶ ἀρὰν ἐς αὐτοὺς ἥκειν ἐκ βασιλέως οὔτι ἑκόντος, ὥστε μὴ ἀναστρέφειν ὑπώπτευον. καὶ εἰ μέν τις αὐτὰ ἐς τὼ ἄρχοντε τούτω, Βαλεριανόν τε καὶ Μαρτῖνον, ξυμβάλλοιτο, οὐκ ἀληθῆ εὑρήσει τὰ ἐξ 3.11.30 ἀρχῆς δόξαντα. ἦν δέ τις ἐν τοῖς Μαρτίνου δορυφόροις Στότζας, ὃς δὴ καὶ βασιλεῖ πολέμιος ἔμελλεν ἔσεσθαι καὶ τυραννίδι ἐπιθέσθαι καὶ ἐς Βυζάντιον ἥκιστα ἀναστρέφειν, ἐφ' ὃν δὴ τὴν ἀρὰν ἐκείνην 3.11.31 ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον. ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε πη ἄλλῃ ἔχει, ἀφίημι ἑκάστῳ ὅπη ἄν τις βούληται ἐκλογίζεσθαι. ὅπως δὲ ὅ τε στρατηγὸς Βελισάριος καὶ τὸ στράτευμα ἐστάλη, ἐρῶν ἔρχομαι. 3.12.1 Ἕβδομον ἤδη ἔτος τὴν αὐτοκράτορα ἀρχὴν ἔχων Ἰουστινιανὸς βασιλεὺς ἀμφὶ θερινὰς τροπὰς τὴν στρατηγίδα ἐκέλευσε ναῦν ὁρμίσασθαι ἐς τὴν ἀκτὴν, 3.12.2 ἣ πρὸ τῆς βασιλέως αὐλῆς τυγχάνει οὖσα. ἐνταῦθα Ἐπιφάνιος ἀφικόμενος, ὁ τῆς πόλεως ἀρχιερεὺς, εὐξάμενός τε ὅσα εἰκὸς ἦν τῶν τινα στρατιωτῶν ἄρτι βεβαπτισμένον τε καὶ τοῦ Χριστιανῶν ὀνόματος μεταλαχόντα εἰς τὴν ναῦν εἰσεβίβασεν. οὕτω τοίνυν ὅ τε στρατηγὸς Βελισάριος καὶ Ἀντωνίνα ἡ γυνὴ ἔπλεον. 3.12.3 ξυνῆν δὲ αὐτοῖς καὶ Προκόπιος, ὃς τάδε ξυνέγραψε, πρότερον μὲν καὶ μάλα κατορρωδήσας τὸν κίνδυνον, ὄψιν δὲ ὀνείρου ἰδὼν ὕστερον, ἣ αὐτὸν θαρσῆσαί τε 3.12.4 ἐποίησε καὶ ἐς τὸ στρατεύεσθαι ὥρμησεν. ἐδόκει γὰρ 3.12.4 ἐν τῷ ὀνείρῳ εἶναι μὲν ἐν τῇ Βελισαρίου οἰκίᾳ, εἰσελθόντα δὲ ἀγγεῖλαι τῶν οἰκετῶν ἕνα ὡς ἥκοιέν τινες δῶρα φέροντες· καὶ Βελισάριον διασκοπεῖσθαι κελεύειν αὐτὸν ὁποῖά ποτε εἴη τὰ δῶρα, καὶ αὐτὸν ἐν τῇ μεταύλῳ γενόμενον ἄνδρας ἰδεῖν, οἳ ἔφερον ἐπὶ τῶν 3.12.5 ὤμων γῆν αὐτοῖς ἄνθεσι. τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι καταθεῖναι ἐν τῷ προστώῳ ἣν ἔφερον γῆν· οὗ δὴ Βελισάριον ἅμα τοῖς δορυφόροις ἥκοντα, αὐτόν τε κατακλίνεσθαι ἐν τῇ γῇ ἐκείνῃ καὶ τὰ ἄνθη ἐσθίειν, τοῖς τε ἄλλοις αὐτὸ δὴ τοῦτο ποιεῖν ἐγκελεύεσθαι, κατακλινομένοις τε σφίσι καὶ ἐσθίουσιν ὥσπερ ἐπὶ στιβάδος ἡδεῖαν κομιδῆ τὴν βρῶσιν φανῆναι. τὰ μὲν δὴ τῆς ὄψεως τοῦ ὀνείρου ταύτῃ πη ἔσχεν. 3.12.6 Ὁ δὲ ξύμπας στόλος τῇ στρατηγίδι νηὶ εἵπετο, καὶ προσέσχον Περίνθῳ, ἣ νῦν Ἡράκλεια ἐπικαλεῖται, ἔνθα δὴ πέντε ἡμερῶν χρόνος τῇ στρατιᾷ ἐτρίβη, ἐπεὶ βασιλεὺς ἵπποις ὅτι μάλιστα πλείστοις τὸν στρατηγὸν ἐνταῦθα ἐδωρεῖτο ἐκ τῶν βασιλικῶν ἱπποφορβίων, ἅ 3.12.7 οἱ νέμονται ἐς τὰ ἐπὶ Θρᾴκης χωρία. ὅθεν δὴ ἀπάραντες Ἀβύδῳ προσωρμίσαντο, καὶ σφίσι ξυνέπεσε τῇδε διὰ τὴν νηνεμίαν