211
πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἠρίστευσαν δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν Βελισάριος, Γότθων δὲ Οὐίσανδος Βανδαλάριος, ὃς, ἡνίκα ἡ μάχη ἀμφὶ Βελισαρίῳ ἐγένετο, ἐπειδὴ αὐτῷ τὰ πρῶτα ἐπέπεσεν, οὐ πρότερον ἀπέστη ἕως τρισκαίδεκα πληγὰς λαβὼν τῷ σώματι 5.18.30 ἔπεσε. δόξας δὲ αὐτίκα τεθνάναι, ἠμελήθη τε πρὸς τῶν ἑταίρων, καίπερ νενικηκότων, καὶ ξὺν τοῖς νεκροῖς 5.18.31 αὐτοῦ ἔκειτο. τρίτῃ δὲ ἡμέρᾳ ἐπειδὴ στρατοπεδευσάμενοι ἄγχιστα τοῦ Ῥώμης περιβόλου οἱ βάρβαροι ἔπεμψάν τινας ἐφ' ᾧ νεκρούς τε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται, οἱ τὰ σώματα τῶν κειμένων διερευνώμενοι Οὐίσανδον Βανδαλάριον ἔτι ἔμπνουν εὑρίσκουσι, καὶ αὐτὸν τῶν 5.18.32 τις ἑταίρων φωνήν τινά οἱ ἀφεῖναι ἠξίου. ὁ δὲ, οὐδὲ γὰρ ἐδύνατο, ἐπεί οἱ τὰ ἐντὸς τῷ τε λιμῷ καὶ τῷ ἐκ τῆς ἄλλης κακοπαθείας αὐχμῷ λίαν ἐκάετο, ὕδωρ οἱ ἔνευεν ἐς τὸ στόμα ἐμβάλλεσθαι. πιόντα τε αὐτὸν καὶ ἐν αὑτῷ γεγονότα ἀράμενοι ἐς τὸ στρατόπεδον 5.18.33 ἤνεγκαν. μέγα τε ὄνομα Οὐίσανδος Βανδαλάριος ἐκ τοῦ ἔργου τούτου ἐν Γότθοις ἔσχε, καὶ τὰ μάλιστα εὐδοκιμῶν πάμπολύν τινα ἐπεβίω χρόνον. ταῦτα μὲν οὖν τρίτῃ ἀπὸ τῆς μάχης ἡμέρᾳ γεγενῆσθαι ξυνέπεσε. 5.18.34 Τότε δὲ Βελισάριος ἐπεὶ ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς ἑπομένοις ἐγένετο, στρατιώτας τε καὶ τὸν Ῥωμαίων δῆμον σχεδόν τι ἅπαντα ἐς τὸ τεῖχος ἀγείρας, πυρά τε πολλὰ καίειν καὶ τὴν νύκτα ὅλην ἐγρηγορέναι ἐκέλευε. καὶ τὸν περίβολον περιιὼν κύκλῳ τά τε ἄλλα διεῖπε καὶ πύλῃ ἑκάστῃ τῶν τινα ἀρχόντων ἐπέστησε. 5.18.35 Βέσσας δὲ, ὃς ἐν πύλῃ τῇ καλουμένῃ Πραινεστίνῃ φυλακὴν ἔσχεν, ἄγγελον παρὰ Βελισάριον πέμψας ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν, δι' ἄλλης πύλης ἐμβεβληκότων, ἣ ὑπὲρ ποταμὸν Τίβερίν 5.18.36 ἐστι Παγκρατίου ἀνδρὸς ἁγίου ἐπώνυμος οὖσα. ταῦτα ἀκούσαντες ὅσοι ἀμφὶ Βελισάριον ἦσαν, σώζεσθαι ὅτι τάχιστα διὰ πύλης ἑτέρας παρῄνουν. αὐτὸς μέντοι οὔτε κατωρρώδησεν, οὔτε τὸν λόγον ὑγιᾶ ἰσχυρίζετο 5.18.37 εἶναι. ἔπεμψε δὲ καὶ τῶν ἱππέων τινὰς ὑπὲρ ποταμὸν Τίβεριν κατὰ τάχος, οἳ τὰ ἐκείνῃ ἐπισκεψάμενοι οὐδὲν πολέμιον τῇ πόλει ἐνταῦθα ξυμβῆναι ἀπήγγελλον. 5.18.38 πέμψας οὖν εὐθὺς ἐς πύλην ἑκάστην ἄρχουσι τοῖς πανταχῆ οὖσιν ἐπέστελλεν ὥστε, ἐπειδὰν τοὺς πολεμίους ἀκούσωσι κατ' ἄλλην τινὰ τοῦ περιβόλου ἐσβεβληκέναι μοῖραν, μήτε ἀμύνειν μήτε φυλακὴν τὴν σφετέραν ἐκλιπεῖν, ἀλλ' ἡσυχῆ μένειν· αὐτῷ γὰρ ὑπὲρ 5.18.39 τούτων μελήσειν. ἔπρασσε δὲ ταῦτα, ὅπως μὴ ἐκ φήμης οὐκ ἀληθοῦς ἐς ταραχὴν αὖθις καθιστῶνται. Οὐίττιγις δὲ, Ῥωμαίων ἔτι ἐν θορύβῳ πολλῷ καθεστώτων, ἐς πύλην Σαλαρίαν τῶν τινα ἀρχόντων, Οὔακιν 5.18.40 ὄνομα, ἔπεμψεν, οὐκ ἀφανῆ ἄνδρα. ὃς ἐνταῦθα ἐλθὼν καὶ Ῥωμαίους τῆς ἐς Γότθους ἀπιστίας κακίσας τὴν προδοσίαν ὠνείδιζεν, ἣν αὐτοὺς ἐπί τε τῇ πατρίδι πεποιῆσθαι καὶ σφίσιν αὐτοῖς ἔλεγεν, οἳ τῆς Γότθων δυνάμεως Γραικοὺς τοὺς σφίσιν οὐχ οἵους τε ἀμύνειν ὄντας ἠλλάξαντο, ἐξ ὧν τὰ πρότερα οὐδένα ἐς Ἰταλίαν ἥκοντα εἶδον, ὅτι μὴ τραγῳδούς τε καὶ μίμους καὶ 5.18.41 ναύτας λωποδύτας. ταῦτά τε καὶ πολλὰ τοιαῦτα Οὔακις εἰπὼν, ἐπεί οἱ οὐδεὶς ἀπεκρίνατο, ἐς Γότθους τε καὶ 5.18.42 Οὐίττιγιν ἀνεχώρησε. Βελισάριος δὲ γέλωτα πολὺν πρὸς Ῥωμαίων ὦφλεν, ἐπεὶ μόλις τοὺς πολεμίους διαφυγὼν θαρσεῖν τε ἤδη καὶ περιφρονεῖν τῶν βαρβάρων ἐκέλευεν. εὖ γὰρ εἰδέναι ὡς κατὰ κράτος αὐτοὺς νικήσει. ὅπως δὲ τοῦτο καταμαθὼν ἔγνω, ἐν τοῖς 5.18.43 ὄπισθεν λόγοις εἰρήσεται. ἐπεὶ δὲ πόρρω ἦν τῶν νυκτῶν, νῆστιν ἔτι Βελισάριον ὄντα ἥ τε γυνὴ καὶ τῶν ἐπιτηδείων ὅσοι παρῆσαν ἄρτου βραχέος κομιδῆ γεύσασθαι μόλις ἠνάγκασαν. ταύτην μὲν οὖν τὴν νύκτα οὕτως ἑκάτεροι διενυκτέρευσαν. 5.19.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Γότθοι μὲν Ῥώμην πολιορκίᾳ ἑλεῖν διὰ μέγεθος τῆς πόλεως οὐδενὶ πόνῳ οἰόμενοι, Ῥωμαῖοι δὲ αὐτῆς ἀμυνόμενοι ἐτάξαντο ὧδε. ἔχει μὲν τῆς πόλεως ὁ περίβολος δὶς ἑπτὰ πύλας καὶ 5.19.2 πυλίδας τινάς. Γότθοι δὲ οὐχ οἷοί τε ὄντες ὅλῳ τῷ στρατοπέδῳ τὸ τεῖχος περιλαβέσθαι κύκλῳ, ἓξ ποιησάμενοι χαρακώματα πέντε πυλῶν χῶρον ἠνώχλουν, ἐκ τῆς