128
Οὐννικοῖς στρατεύμασι πρῶτος εἰς τοὺς πολεμίους 3.18.14 εἰσβάλλειν. οὐ γὰρ ἦν θεμιτὸν ἀνδρὶ Μασσαγέτῃ προτύψαντι ἐν μάχῃ τῶν τινα πολεμίων λαβεῖν, πρίν γε δή τινα ἐκ ταύτης τῆς οἰκίας ἐς τοὺς πολεμίους 3.18.15 τῶν χειρῶν ἄρξαι. οὗτος ἀνὴρ, ἐπεὶ τὰ στρατεύματα οὐ πόρρω ἀπ' ἀλλήλων ἐγένετο, ἐξελάσας τὸν ἵππον, τοῦ τῶν Βανδίλων στρατοπέδου μόνος ὡς ἐγγυ3.18.16 τάτω ἔστη. οἱ δὲ Βανδίλοι, ἢ τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καταπλαγέντες ἢ καί τι τοὺς πολεμίους ὑποτοπήσαντες ἐς αὐτοὺς μηχανᾶσθαι, οὔτε κινεῖσθαι οὔτε 3.18.17 τὸν ἄνδρα βαλεῖν ἔγνωσαν. οἶμαι δὲ αὐτοὺς οὐπώποτε Μασσαγετῶν μάχην ἐν πείρᾳ ἔχοντας, ἀκούοντας δὲ κομιδῆ μάχιμον τὸ ἔθνος εἶναι, οὕτω δὴ κατορρωδῆσαι 3.18.18 τὸν κίνδυνον. ἀναστρέψας δὲ ἐς τοὺς ὁμοφύλους ὁ ἄνθρωπος ἔλεξεν, ὡς ὁ θεὸς σφίσιν ἕτοιμον βρῶσιν 3.18.19 τοὺς ξένους τούσδε πέμψειεν. οὕτω δὴ ὁρμωμένους αὐτοὺς οἱ Βανδίλοι οὐχ ὑπέμειναν, ἀλλὰ λύσαντες τὴν τάξιν καὶ ἥκιστα ἐς ἀλκὴν ἰδόντες ἅπαντες αἰσχρῶς διεφθάρησαν. 3.19.1 Ἡμεῖς δὲ τῶν γεγονότων οὐδ' ὁτιοῦν πεπυσμένοι ἐπὶ τὸ ∆έκιμον ᾔειμεν. Βελισάριος δὲ χῶρον ἰδὼν ἐς στρατόπεδον ἱκανῶς πεφυκότα, πέντε καὶ τριάκοντα σταδίοις τοῦ ∆εκίμου διέχοντα, χαράκωμά τε αὐτῷ περιέβαλεν εὖ μάλα πεποιημένον καὶ τοὺς πεζοὺς ἅπαντας ἐνταῦθα καταστησάμενος ἅπαν τε ξυγκαλέσας 3.19.2 τὸ στράτευμα ἔλεξε τοιάδε «Ὁ μὲν τῆς ἀγωνίας καιρὸς, «ἄνδρες συστρατιῶται, ἤδη πάρεστιν· αἰσθάνομαι γὰρ «προσιόντας ἡμῖν τοὺς πολεμίους· τὰς δὲ ναῦς ὡς πορρω»τάτω ἡμῶν ἡ τοῦ τόπου φύσις ἀπήνεγκε· περιέστηκε «δὲ ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα. 3.19.3 «οὐ γάρ ἐστιν οὐ πόλις φιλία, οὐκ ἄλλο οὐδὲν ὀχύρω»μα, ὅτῳ δὴ καὶ πιστεύσαντες τὸ θαρρεῖν ὑπὲρ ἡμῶν 3.19.4 «αὐτῶν ἕξομεν. ἀλλ' εἰ μὲν ἄνδρες ἀγαθοὶ γενοίμεθα, «εἰκὸς ἂν εἴη καὶ περιέσεσθαι ἡμᾶς τῷ πολέμῳ τῶν «ἐναντίων· ἢν δέ τι μαλακιζοίμεθα, λελείψεται ἡμῖν «ὑπὸ Βανδίλοις γεγενημένοις αἰσχρῶς διεφθάρθαι. 3.19.5 «καίτοι πολλὰ ἡμῖν ἐφόδια πρὸς τὴν νίκην ἐστί· τό «τε δίκαιον, μεθ' οὗ πρὸς τοὺς δυσμενεῖς ἥκομεν (τὰ «γὰρ ἡμέτερα αὐτῶν κομιούμενοι πάρεσμεν), καὶ τὸ «τῶν Βανδίλων ἐς τὸν σφῶν αὐτῶν τύραννον ἔχθος. 3.19.6 «ἥ τε γὰρ τοῦ θεοῦ ξυμμαχία τοῖς τὰ δίκαια προτει»νομένοις προσγίνεσθαι πέφυκε καὶ στρατιώτης τῷ «κρατοῦντι δύσνους ἀνδραγαθίζεσθαι οὐκ ἐπίσταται. 3.19.7 «χωρὶς δὲ τούτων ἡμεῖς μὲν Πέρσαις τε καὶ Σκύθαις «τὸν ἅπαντα ὡμιλήσαμεν χρόνον, οἱ δὲ Βανδίλοι, ἐξ «ὅτου Λιβύης ἐκράτησαν, οὐδένα πολέμιον ὅτι μὴ 3.19.8 «γυμνοὺς Μαυρουσίους τεθέανται. τίς δὲ οὐκ οἶδεν «ὡς ἔργου παντὸς μελέτη μὲν ἐς ἐμπειρίαν, ἀργία δὲ «εἰς ἀμαθίαν φέρει; τὸ μὲν οὖν χαράκωμα, ὅθεν ἡμᾶς «τὸν πόλεμον διαφέρειν δεήσει, ὡς ἄριστα ἡμῖν πεποιῆ3.19.9 «σθαι ξυμβαίνει. πάρεστι δὲ ἡμῖν τά τε ὅπλα καὶ «τὰ ἄλλα πάντα, ὅσα φέρειν οὐχ οἷοί τε ἐσμὲν, ἐν»ταῦθα καταθεμένοις ἰέναι, καὶ ἀναστρέψαντας ἂν 3.19.10 «ἐνθάδε ἡμᾶς οὐδὲν τῶν ἐπιτηδείων ἐπιλίποι. εὔχομαι «δὲ ὑμῶν ἕκαστον τῆς τε οἰκείας ἀρετῆς καὶ τῶν κατὰ «τὸν οἶκον ἀναμνησθέντα οὕτω δὴ καταφρονήματι ἐπὶ «τοὺς πολεμίους χωρεῖν.» 3.19.11 Τοσαῦτα εἰπὼν Βελισάριος καὶ ἐπευξάμενος τήν τε γυναῖκα καὶ τὸ χαράκωμα τοῖς πεζοῖς ἀπολιπὼν αὐτὸς 3.19.12 μετὰ τῶν ἱππέων ἁπάντων ἐξήλασεν. οὐ γάρ οἱ ἐφαίνετο ἐν τῷ παρόντι ξύμφορον εἶναι τῷ παντὶ διακινδυνεῦσαι στρατῷ, ἀλλὰ ξὺν τοῖς ἱππεῦσι πρῶτον ἀκροβολισαμένῳ καὶ ἀποπειρασαμένῳ τῆς τῶν πολεμίων δυνάμεως οὕτω δὴ τῷ ὅλῳ στρατεύματι διαμάχεσθαι. 3.19.13 στείλας οὖν ἔμπροσθεν τοὺς τῶν φοιδεράτων ἄρχοντας, σὺν τῷ ἄλλῳ στρατῷ καὶ τοῖς οἰκείοις δορυφόροις 3.19.14 τε καὶ ὑπασπισταῖς αὐτὸς εἵπετο. ἐπεὶ δὲ οἱ φοιδερᾶτοι ξὺν τοῖς ἡγεμόσιν ἐγένοντο ἐν τῷ ∆εκίμῳ, ὁρῶσι τοὺς τῶν πεπτωκότων νεκροὺς, δώδεκα μὲν ἑταίρους τῶν μετὰ Ἰωάννου, πλησίον δὲ αὐτῶν Ἀμμάταν καὶ Βαν3.19.15 δίλων τινάς. παρὰ δὲ τῶν ταύτῃ ᾠκημένων τὸν πάντα λόγον ἀκούσαντες ἤσχαλλον, ἀπορούμενοι ὅπη αὐτοῖς χωρητέα εἴη. ἔτι δὲ αὐτῶν ἀπορουμένων καὶ ἀπὸ τῶν λόφων ἅπαντα περισκοπουμένων τὰ ἐκείνῃ χωρία, κονιορτός τε ἀπὸ μεσημβρίας