384
προβατίων ὀλίγῳ μειζόνων. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι. 8.25.1 Σκλαβηνῶν δὲ πολὺς ὅμιλος Ἰλλυριοῖς ἐπισκήψαντες πάθη ἐνταῦθα οὐκ εὐδιήγητα εἰργάσαντο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα ἐπ' αὐτοὺς ἔπεμψεν, οὗ δὴ ἄλλοι τε καὶ οἱ Γερμανοῦ παῖδες ἡγοῦντο. 8.25.2 οἵπερ τῷ πλήθει τῶν πολεμίων παρὰ πολὺ ἐλασσούμενοι χωρῆσαι μὲν αὐτοῖς ὁμόσε οὐδαμῆ ἴσχυσαν, ὄπισθεν δὲ ἀεὶ μένοντες τῶν βαρβάρων τοὺς ἀπολει8.25.3 πομένους ἐσίνοντο. καὶ πολλοὺς μὲν αὐτῶν ἔκτεινον, τινὰς δὲ καὶ ζωγρήσαντες βασιλεῖ ἔπεμψαν. οὐδὲν μέντοι ἧσσον οἱ βάρβαροι οὗτοι τὰ δεινὰ ἔδρασαν. 8.25.4 ἐν ταύτῃ τε τῇ λεηλασίᾳ χρόνου τι μέγα κατατρίψαντες μῆκος τὰς μὲν ὁδοὺς νεκρῶν ἀνέπλησαν ἁπάσας, ἐξανδραποδίσαντες δὲ ἀνάριθμα πλήθη καὶ ληϊσάμενοι ξύμπαντα, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἐπ' οἴκου 8.25.5 ἀπεκομίσθησαν σὺν πάσῃ τῇ λείᾳ. οὐδὲ γὰρ διαπορθμευομένους ποταμὸν Ἴστρον ἴσχυσαν σφᾶς ἐνεδρεῦσαι Ῥωμαῖοι ἢ ἄλλῳ τῳ βιάσασθαι τρόπῳ, ἐπεὶ Γήπαιδες αὐτοὺς μισθαρνήσαντες ὑπεδέξαντο καὶ διεπόρθμευσαν μακρόμισθοι γεγενημένοι. ἐπὶ κεφαλῇ γὰρ ἑκάστῃ κατὰ στατῆρα χρυσοῦν ἡ μίσθωσις ἦν. 8.25.6 διόπερ βασιλεὺς ἐδυσφορεῖτο, οὐκ ἔχων τὸ λοιπὸν ὅπη ποτὲ αὐτοὺς ἀναστέλλοι διαβαίνοντας ποταμὸν Ἴστρον, ἐφ' ᾧ ληΐσονται τὴν Ῥωμαίων ἀρχὴν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀποπορείαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ ἕνεκα Γηπαίδων τῷ ἔθνει ἐς συνθήκας καταστῆναί τινας. 8.25.7 Ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγοβάρδαι αὖθις πολεμησείοντες ἐπ' ἀλλήλους ᾔεσαν. Γήπαιδές τε τὴν Ῥωμαίων δειμαίνοντες δύναμιν (ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδας πεποίηται) φίλοι καὶ ξύμμαχοι Ῥω8.25.8 μαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον. πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι, βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει 8.25.9 οὐδεμιᾷ ἐπὶ τῇ ξυμμαχίᾳ τὰ πιστὰ ἔδωκε. δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς 8.25.10 τὰς συνθήκας ἐπέρρωσαν. οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδαις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς βασιλεὺς ἔπεμψεν, ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν 8.25.11 Ἴστρον. ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνός τε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιός τε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέα τε ἀφίκετο φεύγων καὶ Ῥωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνὴρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ 8.25.12 Θορίγγων ἡγησαμένου. ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ῥωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν 8.25.13 τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε. τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ 8.25.14 τούτων γεγράψεται. οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασιν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν. 8.25.15 Αὐδουίν τε, ὁ τῶν Λαγγοβαρδῶν βασιλεὺς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατὸν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ' ᾧ Ναρσῇ