236
∆ρυοῦντα δὲ Θρᾷκες ἱππεῖς ὀκτακόσιοι, ὧν Ἰωάννης ἦρχεν ὁ Βιταλιανοῦ τοῦ πρώην τετυραννηκότος ἀδελφιδοῦς καὶ ξὺν αὐτοῖς ἕτεροι στρατιῶται ἐκ καταλόγου ἱππικοῦ χίλιοι· ὧν ἄλλοι τε καὶ Ἀλέξανδρός τε καὶ Μαρκέν6.5.2 τιος ἦρχον. ἐτύγχανε δὲ ἤδη καὶ Ζήνων ξὺν τριακοσίοις ἱππεῦσιν ἐς Ῥώμην διά τε Σαμνίου καὶ Λατίνης ὁδοῦ ἀφικόμενος. ἐπεὶ δὲ καὶ Ἰωάννης ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Καμπανίαν ἦλθεν, ἁμάξας πολλὰς ἐκ Καλαβρῶν ἔχων, ἀνεμίγνυντο αὐτοῖς πεντακόσιοι 6.5.3 ἠθροισμένοι ἐκ Καμπανίας, ὥσπερ μοι εἴρηται. οὗτοι μὲν ὁδὸν ἔχοντες τὴν παραλίαν ξὺν ταῖς ἁμάξαις ᾔεσαν ἐν νῷ ἔχοντες, ἤν τι ἀπαντήσῃ πολέμιον σφίσι, κύκλον τέ τινα καὶ χαρακώματος σχῆμα τὰς ἁμάξας ποιησάμενοι ἐνθένδε τοὺς ἐπιόντας ἀμύνασθαι, τοὺς δὲ ἀμφὶ Παῦλόν τε καὶ Κόνωνα πλεῖν κατὰ τάχος ἐκέλευον, καὶ σφίσιν ἐς Ὀστίαν συμμῖξαι τὸ Ῥωμαίων ἐπίνειον, σῖτον μὲν ἱκανὸν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ναῦς δὲ ἁπάσας οὐ σίτου μόνον ἐμπλησάμενοι, ἀλλὰ καὶ οἴνου 6.5.4 καὶ τῶν ἀναγκαίων ἁπάντων. καὶ αὐτοὶ μὲν τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Τραϊανὸν ᾤοντο ἐς τὰ ἐπὶ Ταρακίνης χωρία εὑρήσειν καὶ ξὺν αὐτοῖς ἐνθένδε ἰέναι· γεγονότες δὲ ἄγχιστα ἔμαθον ὡς ὀλίγῳ πρό6.5.5 τερον ἐς Ῥώμην μετάπεμπτοι ἀνεχώρησαν. Βελισάριος δὲ τοὺς ἀμφὶ τὸν Ἰωάννην προσιέναι μαθὼν καὶ δείσας μὴ σφᾶς οἱ πολέμιοι πλήθει πολλῷ ἀπαντήσαντες 6.5.6 διαφθείρωσιν ἐποίει τάδε. πύλην τὴν Φλαμινίαν, οὗ δὴ αὐτῆς ἄγχιστα ἐνστρατοπεδεύσασθαι τοὺς πολεμίους τετύχηκε, λίθων οἰκοδομίαις αὐτὸς κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου ἀπέφραξεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι εὐπετῶς ἔχωσιν ἢ βιάζεσθαι ἤ τινα ἐπιβουλὴν ἐς τὴν πόλιν 6.5.7 ποιεῖσθαι. καὶ ἀπ' αὐτοῦ ξυμβολὴν οὐδεμίαν ἐν ταύτῃ γεγονέναι ξυμβέβηκεν, οὐδ' ἄν τι οἱ βάρβαροι 6.5.8 ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον. ταύτης τῆς πύλης νύκτωρ τὴν οἰκοδομίαν περιελὼν, οὐδενὶ τῶν πάντων προειρημένον, τὸ πλεῖστον τοῦ στρατοῦ 6.5.9 ἐνταῦθα ἡτοίμαζεν. ἅμα τε ἡμέρᾳ διὰ πύλης Πιγκιανῆς Τραϊανόν τε καὶ ∆ιογένην ξὺν ἱππεῦσι χιλίοις ἔπεμψεν, οὓς δὴ ἔν τε τοῖς χαρακώμασι βάλλειν ἐκέλευσε καὶ, ἐπειδὰν οἱ ἐναντίοι ἐπ' αὐτοὺς ἴωσι, φεύγειν τε ἥκιστα αἰδουμένους καὶ μέχρι ἐς τὸν περίβολον ἀπελαύνειν 6.5.10 δρόμῳ. τινὰς δὲ καὶ ταύτης ἐντὸς τῆς πυλίδος ἔστησεν. οἱ μὲν οὖν ἀμφὶ Τραϊανὸν, καθάπερ σφίσιν ἐπέστελλε Βελισάριος, τοὺς βαρβάρους ἠρέθιζον, καὶ αὐτοὺς οἱ Γότθοι ἐκ πάντων ἀγειρόμενοι τῶν χαρα6.5.11 κωμάτων ἠμύνοντο. ἀμφότεροί τε ὡς τάχιστα ἐπὶ τὸν τῆς πόλεως περίβολον ᾔεσαν, οἱ μὲν ὅτι φεύγουσι δόξαν παρέχοντες, οἱ δὲ διώκειν τοὺς πολεμίους οἰό6.5.12 μενοι. Βελισάριος δὲ, ἐπειδὴ τάχιστα τοὺς ἐναντίους ἐς τὴν δίωξιν καθισταμένους εἶδε, πύλην τε τὴν Φλαμινίαν ἀνοίγνυσι καὶ τὸ στράτευμα ἐπὶ τοὺς βαρβάρους 6.5.13 οὐ προσδεχομένους ἀφίησιν. ἓν δὲ τῶν Γότθων στρατόπεδον παρὰ τὴν ταύτῃ ὁδὸν ἐτύγχανεν ὄν. καί τις αὐτοῦ ἔμπροσθεν ἦν στενοχωρία κρημνώδης τε καὶ 6.5.14 δεινῶς ἄβατος. ἐνταῦθα τῶν τις βαρβάρων τεθωρακισμένος τε καὶ σώματος ἐς ἄγαν εὖ ἥκων, ἐπειδὴ εἶδε προϊόντας τοὺς πολεμίους, προτερήσας εἱστήκει καὶ τοὺς ἑταίρους ἐκάλει τε καὶ τὴν στενοχωρίαν ξυμφυ6.5.15 λάσσειν ἠξίου. Μουνδίλας δὲ φθάσας αὐτόν τε ἔκτεινε καὶ τῶν ἄλλων βαρβάρων οὐδένα ἐς τοῦτον διελθεῖν 6.5.16 τὸν στενωπὸν ξυνεχώρησε. διελθόντες οὖν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἔς τε τὸ πλησίον χαράκωμα ἵκοντο καὶ αὐτοῦ τινες δι' ὀλίγου ἀποπειρασάμενοι οὐκ ἔσχον ἑλεῖν ἰσχύϊ τοῦ χαρακώματος, καίπερ οὐ 6.5.17 πολλῶν ἐνταῦθα ἐγκαταλελειμμένων βαρβάρων. ἥ τε γὰρ τάφρος ἐς μέγα τι βάθους ὠρώρυκτο χρῆμα καὶ χοῦς ὃς ἐνθένδε ἀφῄρητο, ἐς τὴν ἐντὸς ἀεὶ ἐντιθέμενος μοῖραν ἐς ὕψος τε ᾔρετο καὶ ἀντὶ τείχους ἐγίνετο, τοῖς τε σκόλοψι περιεσταύρωτο ὑπερφυῶς, ὀξέσι 6.5.18 τε λίαν καὶ συχνοῖς οὖσιν. οἷς δὴ θαρσοῦντες οἱ βάρβαροι καρτερῶς τοὺς πολεμίους ἠμύνοντο. εἷς δὲ τῶν Βελισαρίου ὑπασπιστῶν, Ἀκυλῖνος ὄνομα, δραστήριος ἀνὴρ ἐν τοῖς μάλιστα, λώρου λαβόμενος ἵππου, ἐνθένδε ξὺν τῷ ἵππῳ ἐς μέσον τὸ χαράκωμα