296
ὑπεραίροντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἐς τὰ οἰκεῖα ξύμπαν7.13.26 τας ἀφῆκαν ἰέναι. τότε δὲ ὁ Ναρσῆς καί τινα εὑρὼν ἐπιβατεύοντα τοῦ Χιλβουδίου ὀνόματος, ἀνδρὸς ἐπιφανοῦς καὶ Ῥωμαίων ποτὲ στρατηγήσαντος, διελέγξαι τὴν ἐπιβουλὴν ῥᾳδίως ἔσχε. τοῦτο δὲ ὅ τί ποτε ἦν αὐτίκα δηλώσω. 7.14.1 Χιλβούδιος ἦν τις ἐκ τῆς Ἰουστινιανοῦ βασιλέως οἰκίας ἐσάγαν μὲν δραστήριος τὰ πολέμια, ἐς τόσον δὲ χρημάτων κρείσσων ὥστε ἀντὶ μεγίστου κτήματος ἐν τῇ οὐσίᾳ τῇ αὑτοῦ εἶχε τὸ κεκτῆσθαι μηδέν· 7.14.2 τοῦτον βασιλεὺς τὸν Χιλβούδιον, ὅτε δὴ τέταρτον ἔτος τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν, Θρᾴκης στρατηγὸν ἀνειπὼν, ἐπὶ τῇ τοῦ Ἴστρου ποταμοῦ φυλακῇ κατεστήσατο, φυλάσσειν κελεύσας ὅπως μηκέτι τοῖς ταύτῃ βαρβάροις ὁ ποταμὸς διαβατὸς ἔσται, ἐπεὶ αὐτοῦ τὴν διάβασιν πολλάκις ἤδη Οὖννοί τε καὶ Ἄνται καὶ Σκλαβηνοὶ 7.14.3 πεποιημένοι ἀνήκεστα Ῥωμαίους ἔργα εἰργάσαντο. Χιλβούδιος δὲ οὕτω τοῖς βαρβάροις φοβερὸς γέγονεν ὥστε ἐς τριῶν ἐνιαυτῶν χρόνον, ὅσον ξὺν ταύτῃ δὴ τῇ τιμῇ τὴν διατριβὴν ἐνταῦθα εἶχεν, οὐχ ὅσον διαβῆναι τὸν Ἴστρον ἐπὶ τοὺς Ῥωμαίους οὐδεὶς ἴσχυσεν, ἀλλὰ καὶ Ῥωμαῖοι ἐς ἤπειρον τὴν ἀντιπέρας σὺν Χιλβουδίῳ πολλάκις ἰόντες ἔκτεινάν τε καὶ ἠνδραπόδισαν τοὺς 7.14.4 ταύτῃ βαρβάρους. ἐνιαυτοῖς δὲ τρισὶν ὕστερον διέβη μὲν ὁ Χιλβούδιος τὸν ποταμὸν ᾗπερ εἰώθει ξὺν ὀλίγῳ 7.14.5 στρατῷ, Σκλαβηνοὶ δὲ πανδημεὶ ὑπηντίαζον. μάχης τε καρτερᾶς γενομένης Ῥωμαίων τε πολλοὶ ἔπεσον καὶ 7.14.6 Χιλβούδιος ὁ στρατηγός. καὶ τὸ λοιπὸν ὅ τε ποταμὸς 7.14.6 ἐσβατὸς ἀεὶ τοῖς βαρβάροις κατ' ἐξουσίαν καὶ τὰ Ῥωμαίων πράγματα εὐέφοδα γέγονε, ξύμπασά τε ἡ Ῥωμαίων ἀρχὴ ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι ἐν τῷ ἔργῳ τούτῳ οὐδαμῆ ἴσχυσε. 7.14.7 Χρόνῳ δὲ ὕστερον Ἄνται καὶ Σκλαβηνοὶ διάφοροι ἀλλήλοις γενόμενοι ἐς χεῖρας ἦλθον, ἔνθα δὴ τοῖς 7.14.8 Ἄνταις ἡσσηθῆναι τῶν ἐναντίων τετύχηκεν. ἐν ταύτῃ δὲ τῇ μάχῃ Σκλαβηνὸς ἀνὴρ τῶν τινα πολεμίων ἄρτι γενειάσκοντα, Χιλβούδιον ὄνομα, αἰχμάλωτον εἷλεν, ἔς τε 7.14.9 τὰ οἰκεῖα λαβὼν ᾤχετο. οὗτος ὁ Χιλβούδιος προϊόντος τοῦ χρόνου εὔνους τε ὡς ἔνι μάλιστα τῷ κεκτημένῳ 7.14.10 ἐγένετο καὶ τὰ ἐς τοὺς πολεμίους δραστήριος. πολλάκις τε τοῦ δεσπότου προκινδυνεύσας ἠρίστευσέ τε διαφερόντως καὶ κλέος ἴσχυσε περιβαλέσθαι ἀπ' αὐτοῦ μέγα. 7.14.11 ὑπὸ δὲ τὸν χρόνον τοῦτον Ἄνται ἐπισκήψαντες εἰς τὰ ἐπὶ Θρᾴκης χωρία πολλοὺς ἐληΐσαντο καὶ ἠνδραπόδισαν τῶν ἐκείνῃ Ῥωμαίων. οὕσπερ ἐπαγόμενοι ἀπεκομί7.14.12 σθησαν εἰς τὰ πάτρια ἤθη. τούτων δὲ ἕνα τῶν αἰχμαλώτων εἰς φιλάνθρωπόν τινα ἤγαγεν ἡ τύχη καὶ πρᾷον δεσπότην. ἦν δὲ οὗτος ἀνὴρ κακοῦργός τε λίαν 7.14.13 καὶ οἷος ἀπάτῃ τοὺς ἐντυχόντας περιελθεῖν. ἐπειδή τε βουλόμενος ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπενόει τοιάδε. τῷ κεκτημένῳ ἐς ὄψιν ἥκων τῆς τε φιλανθρωπίας ἐπῄνεσε καὶ πολλὰ μέν οἱ διὰ τοῦτο πρὸς τοῦ θεοῦ ἰσχυρίσατο τἀγαθὰ ἔσεσθαι, καὶ αὐτὸν δὲ οὐδαμῆ ἀχάριστον δεσπότῃ φιλανθρωποτάτῳ φανήσεσθαι, ἀλλ', ἤν γε αὐτῷ τὰ βέλτιστα εἰσηγουμένῳ ἐπακούειν ἐθέλῃ, κύριον αὐτὸν οὐκ εἰς μακρὰν 7.14.14 καταστήσεσθαι χρημάτων μεγάλων. εἶναι γὰρ ἐν τῷ Σκλαβηνῶν ἔθνει Χιλβούδιον, τὸν Ῥωμαίων στρατηγήσαντα, ἐν ἀνδραπόδων λόγῳ, πάντας βαρβάρους λαν7.14.15 θάνοντα ὅστις ποτέ ἐστιν. ἢν τοίνυν αὐτῷ βουλομένῳ εἴη προέσθαι τε τὰς τοῦ Χιλβουδίου τιμὰς καὶ διακομίζειν τὸν ἄνθρωπον ἐς Ῥωμαίων τὴν γῆν, δόξαν τε ἀγαθὴν καὶ πλούτου αὐτὸν πάμπολυ χρῆμα περιβαλέ7.14.16 σθαι πρὸς βασιλέως οὐκ ἀπεικὸς εἶναι. ταῦτα ὁ Ῥωμαῖος εἰπὼν τὸν κεκτημένον εὐθὺς ἔπεισε, καὶ ξὺν αὐτῷ γίνεται ἐν Σκλαβηνοῖς μέσοις. ἐπεκηρυκεύοντο γὰρ ἤδη καὶ ἀλλήλοις ἀνεμίγνυντο ἀδεῶς οἱ βάρβαροι οὗτοι. χρήματα γοῦν πολλὰ τῷ Χιλβούδιον κεκτημένῳ προέμενοι τὸν ἄνδρα ὠνοῦντο καὶ ξὺν αὐτῷ ἀπιόντες 7.14.17 εὐθὺς ᾤχοντο. ἐπεί τε ἐν ἤθεσι τοῖς σφετέροις ἐγένοντο, ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὁ πριάμενος, εἰ 7.14.18 Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη. καὶ ὃς οὐκ ἀπηξίου τὰ ὄντα λέγειν