355
8.11.8 Βραδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκέτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε 8.11.9 δὴ ὅτι ὁμοτράπεζος τῷ Ῥωμαίων βασιλεῖ γέγονεν. «οὐ «γὰρ ἂν», ἔφη, «ἑρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος «πρὸς βασιλέως ἀφίκετο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ «Περσῶν πράγματα.» τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασιν, ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι. 8.11.10 τὰ δὲ πρῶτα ὁ πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ, οὐ μέγα εἶπεν, ἀλλ' ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳἐν σπονδαῖς λυμήνασθαι φάσκων, ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧνπέρ μοι ἐπιμνησθῆναι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. 8.11.11 Ἐν μὲν οὖν Βυζαντίῳ ταῦτα ἐπράσσετο. Βέσσας 8.11.11 δὲ παντὶ τῷ Ῥωμαίων στρατῷ Πέτρας ἐς πολιορκίαν καθίστατο. Ῥωμαῖοι μὲν οὖν ἀμφὶ τὸ τεῖχος διώρυσσον, ἵνα δὴ καὶ ∆αγισθαῖος τὰ πρότερα τὴν διώρυχα πεποιημένος τὸν περίβολον ταύτῃ καθεῖλεν. ὅτου δὲ δὴ 8.11.12 ἕνεκα ἐς τὸν αὐτὸν χῶρον ὤρυσσον, ἐγὼ δηλώσω. οἱ τὴν πόλιν τὸ ἐξ ἀρχῆς ταύτην δειμάμενοι, ἐπὶ πέτρας μὲν ἔθεντο ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ τοῦ περιβόλου θεμέλια, ἐνιαχῆ δὲ καὶ ὑπὲρ χώματος αὐτὰ ξυνέβαινε 8.11.13 κεῖσθαι. ἦν δέ τις τοῦ τείχους μοῖρα ἐς τῆς πόλεως τὰ πρὸς ἑσπέραν οὐ λίαν εὐρεῖα, ἧς δὴ ἑκατέρωθεν ἐπὶ πέτρας τινὸς σκληρᾶς τε καὶ ἀμηχάνου τοῦ περι8.11.14 βόλου τὰ θεμέλια ἐτεκτήναντο. ταύτην τοίνυν τὴν μοῖραν ∆αγισθαῖός τε τὰ πρότερα καὶ τανῦν Βέσσας διώρυσσον ὁμοίως, οὐκ ἐφιείσης τῆς τοῦ χωρίου φύσεως σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης τε αὐτοῖς καὶ πρυτανευούσης εἰκότως. 8.11.15 ἡνίκα οὖν Πέρσαι μετὰ τὴν ∆αγισθαίου ὑπαγωγὴν τὸ καταπεπτωκὸς τοῦτο τοῦ τείχους ἀνοικοδομήσασθαι ἤθελον, οὐ κατὰ τὰ πρότερα τὴν οἰκοδομίαν πεποίην8.11.16 ται, ἀλλὰ τρόπῳ τοιῷδε. κάχληκος τὸν κενωθέντα ἐμπλησάμενοι χῶρον δοκοὺς παχείας αὐτοῦ ὕπερθεν ἔθεντο, ἅσπερ ἐνδελεχέστατα ξύσαντες ὁμαλάς τε παντάπασι καταστησάμενοι ἔζευξαν μὲν ἐς ἀλλήλας ἐς μέγα τι εὖρος, κρηπῖδα δὲ αὐτὰς ἀντὶ θεμελίων ποιησάμενοι τοῦ περιβόλου καθύπερθεν αὐτῶν ἐτεκτήναντο τὴν οἰκοδομίαν ἐμπείρως. ὅπερ οὐ ξυνέντες Ῥωμαῖοι ἔνερθεν τῶν θεμελίων ποιεῖσθαι τὴν διώ8.11.17 ρυχα ᾤοντο. καὶ τὸν χῶρον κενώσαντες ὅλον ἐκ τῶν δοκῶν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐπὶ πλεῖστον τῆς γῆς τὸν μὲν περίβολον κατασεῖσαι κατὰ πολὺ ἴσχυσαν, μοῖρά τε αὐτοῦ ἐξαπιναίως κατεπεπτώκει, οὐ μέντοι οὔτε πη ἐπὶ θάτερα τὸ πεπτωκὸς τοῦτο ἐκλίθη οὔτε τις αὐτῷ τῶν λίθων ἐπιβολὴ ξυνεταράχθη, ἀλλ' ἀκραιφνὲς ὅλον εὐθείᾳ τινὶ καταβάσει, ὥσπερ ἐκ μηχανῆς, ἐς τὸν κενωθέντα χῶρον καταβὰν ἔστη, καὶ τὴν οἰκείαν ἐφύλασσε χώραν, οὐκ ἐς ὕψος ὅσον τὰ πρότερα, 8.11.18 ἀλλ' ἔς τι ἧσσον. κενωθέντος οὖν παντὸς τοῦ τῶν δοκῶν ἔνερθεν χώρου ὑφιζάνειν αὐτὰς ἐνταῦθα ξὺν 8.11.19 τῇ ὑπὲρ αὐτὰς οἰκοδομίᾳ πάσῃ ξυνέβη. τοῖς δὲ Ῥωμαίοις οὐδ' ὣς ἐσβατὸν ἐγεγόνει τὸ τεῖχος. ὁ γὰρ τῶν Περσῶν ὅμιλος, ἡνίκα πολὺς ξὺν τῷ Μερμερόῃ ἐνταῦθα ἦλθε, μέγα τι χρῆμα τῇ πρόσθεν οἰκοδομίᾳ ἐνθέμενοι ὑψηλὸν ἐσάγαν τὸν περίβολον ἐτεκτήναντο. 8.11.20 Ῥωμαῖοι μὲν οὖν, ἐπειδὴ τοῦ περιβόλου τὸ κατασεισθὲν αὖθις ἑστηκὸς εἶδον, διηποροῦντό τε καὶ ἀμη8.11.21 χανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ διορύσσειν ἔτι ἠδύναντο, ἐς τοῦτο ἀποκεκριμένης τῆς κατώρυχος σφίσι, κριῷ τε χρῆσθαι οὐδαμῆ εἶχον, ἐπεὶ ἐν μὲν τῷ ἀνάντει ἐτειχομάχουν, ἡ δὲ μηχανὴ αὕτη ἐφέλκεσθαι οὐχ οἵα τέ ἐστιν ὅτι μὴ ἐν χωρίῳ ὁμαλῷ τε καὶ λίαν ὑπτίῳ. 8.11.22 Τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς 8.11.23 ἐξ αἰτίας τοιᾶσδε. οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικὸν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς 8.11.24 ἐπιεικῶς διῃρημένοι. τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ῥωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖν τε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει