28
ἐνταῦθα γὰρ οὔτε δακτυλίῳ χρυσῷ οὔτε ζώνῃ οὔτε περόνῃ χρῆσθαι οὔτε ἄλλῳ ὁτῳοῦν θέμις, ὅτι μὴ ἐκ βασιλέως ἀξιω1.17.29 θέντι. καὶ τὸ λοιπὸν ὁ Καβάδης ἐν βουλῇ εἶχεν ὅντινα τρόπον αὐτὸς ἐπὶ Ῥωμαίους στρατεύοι. Μιρράνου γὰρ σφαλέντος οὕτως, ὥσπερ ἐρρήθη, ἐπ' ἄλλῳ 1.17.30 οὐδενὶ τὸ θαρρεῖν εἶχε. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλεὺς προσελθὼν εἶπεν «Οὐ πάντα, ὦ δέσποτα, χρεών ἐστι «πιστεύειν τῇ τύχῃ οὐδὲ τοὺς πολέμους οἴεσθαι δεῖν «κατορθοῦν ἅπαντας. οὐδὲ γὰρ εἰκὸς τοῦτό γε οὐδὲ «ἄλλως ἀνθρώπειον, ἀλλὰ καὶ ἀξύμφορος αὕτη μά1.17.31 «λιστα τοῖς αὐτῇ ἐχομένοις ἡ ἔννοιά ἐστι. τοὺς γὰρ «ἅπαντα σφίσιν ἐλπίσαντας τἀγαθὰ ἔσεσθαι σφαλέντας «ποτὲ, ἂν οὕτω τύχοι, ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη 1.17.32 «τοῦ προσήκοντος μᾶλλον ἠνίασε. διὸ δὴ οὐκ ἔχοντες «ἀεὶ ἐπὶ τῇ τύχῃ τὸ θαρρεῖν ἄνθρωποι οὐκ ἐκ τοῦ «εὐθέος ἐς κίνδυνον πολέμου καθίστανται, κἂν τῷ «παντὶ τῶν πολεμίων ὑπεραίρειν αὐχῶσιν, ἀλλ' ἀπάτῃ «τε καὶ μηχαναῖς τισι περιελθεῖν τοὺς ἐναντίους ἐν 1.17.33 «σπουδῇ ἔχουσιν. οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίν»δυνός ἐστιν, οὐκ ἐν βεβαίῳ τὰ τῆς νίκης χωρεῖ. νῦν «οὖν μήτε οἷς Μιρράνης ἠτύχησεν οὕτω περιώδυνος, «ὦ βασιλέων βασιλεῦ, γίνου, μήτε αὖθις ἀποπειράσα1.17.34 «σθαι βούλου τῆς τύχης. Μεσοποταμίας γὰρ καὶ τῆς «Ὀσροηνῆς καλουμένης χώρας, ἅτε τῶν σῶν ὁρίων «ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν «μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε «πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν «οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν «μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει «οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως 1.17.35 «ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι. ταῦτα «γὰρ πολλάκις πρὸς τῶν ἐπὶ κατασκοπῇ ἐς ταύτας 1.17.36 «ἐσταλμένων Σαρακηνῶν ἤκουσα. ἔνθα δὴ καὶ πόλιν «Ἀντιόχειαν εἶναί φασι, πλούτῳ τε καὶ μεγέθει καὶ «πολυανθρωπίᾳ πρώτην πόλεων ἁπασῶν τῶν ἐν τοῖς «ἑῴοις Ῥωμαίοις οὖσαν· ἣ δὴ ἀφύλακτός τε καὶ στρα1.17.37 «τιωτῶν ἔρημός ἐστιν. οὐ γὰρ ἄλλου οὐδενὸς τῷ «ταύτης δήμῳ ὅτι μὴ πανηγύρεών τε καὶ τρυφῆς μέλει «καὶ τῆς ἐν θεάτροις ἀεὶ πρὸς ἀλλήλους φιλονεικίας. 1.17.38 «ὥστε ἢν ἐκ τοῦ ἀπροσδοκήτου ἐπ' αὐτοὺς ἴωμεν, τήν «τε πόλιν αἱρήσειν ἡμᾶς ἐξ ἐπιδρομῆς οὐδὲν ἀπεικὸς «καὶ μηδενὶ ἐντυχόντας πολεμίων στρατῷ εἶτα ἐπανελ»θεῖν ἐς τὰ Περσῶν ἤθη, οὔπω πεπυσμένων τὰ ξυμ1.17.39 «πεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν. ὕδατος «δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι μηδέν «σε εἰσίτω. ἐγὼ γὰρ τῷ στρατῷ ἐξηγήσομαι ὅπη ἂν «δοκῇ ἄριστα εἶναι.» 1.17.40 Ταῦτα ἀκούσας Καβάδης οὔτε ἀντιτείνειν οὔτε ἀπιστεῖν εἶχεν. ἦν γὰρ Ἀλαμούνδαρος ξυνετώτατός τε καὶ τῆς κατὰ πόλεμον ἐμπειρίας εὖ ἥκων, Πέρσαις τε πιστὸς ἐς τὰ μάλιστα, καὶ διαφερόντως δραστήριος, ὃς δὴ ἐς πεντήκοντα ἐνιαυτῶν χρόνον ἐς γόνυ ἐλθεῖν 1.17.41 τὰ Ῥωμαίων ἐποίησε πράγματα. ἐκ γὰρ τῶν Αἰγύπτου ὁρίων ἀρξάμενος καὶ μέχρι ἐς Μεσοποταμίαν ληιζόμενος τὰ ἐκείνῃ χωρία, ἦγέ τε καὶ ἔφερεν ἐφεξῆς ἅπαντα, καίων τε τὰς ἐν ποσὶν οἰκοδομίας καὶ τοὺς ἀνθρώπους κατὰ πολλὰς ἀεὶ μυριάδας ἀνδραποδίζων, καὶ αὐτῶν τοὺς μὲν πλείστους ἀποκτείνων οὐδενὶ λόγῳ, τοὺς δὲ ἄλλους ἀποδιδόμενος χρημάτων μεγά1.17.42 λων. ἀπήντα δέ οἱ τῶν πάντων οὐδείς. οὐ γάρ ποτε ἀνεπισκέπτως ἐποιεῖτο τὴν ἔφοδον, ἀλλ' οὕτως ἐξαπιναίως τε καὶ αὐτῷ ἐς τὰ μάλιστα ἐπιτηδείως, ὥστε ὁ μὲν ἤδη ὡς τὰ πολλὰ ξὺν τῇ λείᾳ πάσῃ ἀπιὼν ᾤχετο, οἱ δὲ στρατηγοί τε καὶ στρατιῶται πυνθάνεσθαί τε τὰ ξυμπεσόντα καὶ ἀγείρεσθαι ἐπ' αὐτὸν ἤρχοντο. 1.17.43 ἢν δέ που αὐτὸν καὶ καταλαβεῖν τύχῃ τινὶ ἔσχον, ἀλλ' ἔτι ἀπαρασκεύοις τε οὖσι καὶ οὐ ξυντεταγμένοις ἐπιπεσὼν τοῖς διώκουσιν ὁ βάρβαρος οὗτος ἔτρεπέ τε καὶ διέφθειρεν οὐδενὶ πόνῳ, καί ποτε τοὺς διώκοντας στρατιώτας ξὺν τοῖς ἄρχουσιν ἐζώγρησεν ἅπαντας. 1.17.44 Τιμόστρατος δὲ ἦν ὁ Ῥουφίνου ἀδελφὸς καὶ Ἰωάννης ὁ τοῦ Λουκᾶ παῖς, οὓς δὴ ἀπέδοτο ὕστερον, πλοῦτον αὐτῶν οὐ φαῦλον οὐδὲ τὸν τυχόντα περιβαλλόμενος. 1.17.45 καὶ τὸ ξύμπαν