327
ἠναγκασμένοι ἡσυχῆ ἔμενον. 7.34.13 «τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσποιεῖσθαι ὑμεῖς «οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς 7.34.14 «ἀνεσόβει δέος. τίς δ' ἂν εὐγνωμοσύνην ποτὲ τὴν «ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ «τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ «βασιλεῦ, ταῦτα, οὐκ ἔστι. δύναμις γὰρ ἀνθρώπου «φύσιν ἐνδείκνυται μόνη, ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ 7.34.15 «τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον. ἰδοὺ γὰρ, ἐπειδὴ «τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ ∆ακίας ἀπε»ληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς «πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι 7.34.16 «τῆς ὑμετέρας οἱ μιαρώτατοι τετολμήκασι. πῶς ἄν «τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτο»πίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυ7.34.17 «σαν σπονδῶν τε καὶ συμμάχων θεσμούς; οὐχ ὕβρισαν «εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν, ἧς «δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ' «αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι «καὶ Ῥωμαίους ἀνδραποδίζουσιν, ὅλην τε προσποιεῖ7.34.18 «σθαι ∆ακίαν αὐχοῦσι. τίνα πόλεμον ὑπὲρ ὑμῶν «ποτε ἢ ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ «τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; «καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις «καὶ τὰ χρήματα, ὥσπερ εἴρηται, κεκομισμένοι χρόνον 7.34.19 «οὐκ ἴσμεν ὁπόσον ἄνω. καίτοι τῆς παρούσης αὐτῶν «πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς «χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ' αὐτοὺς «εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσιν ἀφῖχθαι καὶ βα7.34.20 «σιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν. ἴσως «που καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακα»λέσουσιν ἐφ' ἡμῖν τοῖς οὕτω κατεσπουδασμένοις ὑμῖν. 7.34.21 «καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκουσιν ὧνπερ ἐπε»βάτευσαν, οὐδὲν σφίσι προσῆκον, Λαγγοβάρδας αἰτιω»τάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίοις, «ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνω7.34.22 «μοσύνην ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται. τῷ γὰρ «τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως ὁ τῆς «εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι «τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη ταύτης 7.34.23 «δὴ τῆς κακοτροπίας ὑπερβολή; ταῦτα μὲν οὖν ἡμῖν «ἀφελείᾳ βαρβαρικῇ, λόγων σπανιζούσῃ, τῶν πραγμά7.34.24 «των οὐδαμῆ ἐπαξίως εἰρήσθω. σὺ δὲ, ὦ βασιλεῦ, «διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν «ἡμῖν εἴρηται, τὰ Ῥωμαίοις τε καὶ Λαγγοβάρδαις τοῖς «σοῖς ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις «ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνω»μονοῦσι τὸ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, «τοῖς δὲ Ἀρειανοῖς οὖσι καὶ δι' αὐτὸ τοῦτο ἀπ' ἐναν»τίας χωρήσουσι.» 7.34.25 Λαγγοβάρδαι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε «∆ίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας «αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι «πρῶτον, ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμ»φορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους, 7.34.26 «ὧνπερ ἕνεκα πρεσβεύουσι, ποιεῖσθαι. ὡς μὲν οὖν «ἠδικήμεθα πρὸς Λαγγοβαρδῶν, αὐτόθεν δῆλον, δίκῃ 7.34.27 «γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, δικά»ζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσ7.34.28 «εστιν. ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες «παρὰ πολὺ Λαγγοβαρδῶν κρείσσους τυγχάνουσιν ὄντες, 7.34.29 «τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς «καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς «κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς «δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν «τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων 7.34.30 «ἑλέσθαι. ὥστε καὶ ὑμῖν ἐφ' ἑτέρους τινὰς ἰοῦσι ξυν»τετάξονται τὸ λοιπὸν Γήπαιδες, χάριν μὲν τῶν «πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ «ξυμποριζόμενοι τὴν τῶν πολεμίων, ὡς τὸ εἰκὸς, ἐπι7.34.31 «κράτησιν. καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν «πρέποι, ὡς Λαγγοβάρδαι μὲν ἐξ ὑπογυίου Ῥωμαίοις «γεγένηνται φίλοι, Γήπαιδας δὲ