45
1.25.22 ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο. ἥ τε βασιλὶς τὸν πάντα λόγον παρὰ τῆς Ἀντωνίνης ἀκούσασα ἐπῄνει μὲν τὰ βεβουλευμένα, ἐγκελευομένη δὲ πολλῷ ἔτι μᾶλλον ἐς τὴν προθυμίαν ἐνῆγεν. 1.25.23 Ἐπειδή τε ἡ κυρία παρῆν, ἀσπασαμένη μὲν ἡ Ἀντωνίνα τὴν βασιλίδα ἐκ τῆς πόλεως ἀπηλλάσσετο, ἔν τε Ῥουφινιαναῖς ἐγένετο, ὡς τῇ ὑστεραίᾳ τῆς ἐπὶ τὴν ἕω ὁδοῦ ἀρξομένη, οὗ δὴ καὶ Ἰωάννης τὰ ξυγκείμενα 1.25.24 ἐπιτελέσων ἐς νύκτα ἦλθεν. ἡ δὲ βασιλὶς διαβάλλουσα πρὸς τὸν αὑτῆς ἄνδρα τὰ πρὸς τοῦ Ἰωάννου ἐπὶ τῇ τυραννίδι πρασσόμενα, Ναρσῆν τε τὸν εὐνοῦχον καὶ Μάρκελλον τὸν τῶν ἐν παλατίῳ φυλάκων ἄρχοντα ἐς Ῥουφινιανὰς ξὺν στρατιώταις πολλοῖς ἔπεμψεν, ἐφ' ᾧ διερευνησάμενοι τὰ πρασσόμενα, ἢν τὸν Ἰωάννην πράγμασι νεωτέροις ἐγχειροῦντα εὑρήσωσι, κτείναντες 1.25.25 εὐθὺς τὸν ἄνθρωπον ἐπανήξουσι. καὶ οἱ μὲν ἐπὶ τῷ ἔργῳ τούτῳ ἐστέλλοντο. φασὶ δὲ βασιλέα τῶν ποιουμένων αἰσθόμενον τῶν τινα Ἰωάννῃ ἐπιτηδείων παρ' αὐτὸν πέμψαι, ἀπεροῦντα αὐτῷ μηδαμῆ τῇ Ἀντωνίνῃ 1.25.26 ἐντυχεῖν λάθρα. Ἰωάννης δὲ (χρῆν γὰρ αὐτῷ γενέσθαι κακῶς) τὴν βασιλέως ὑποθήκην ἐν ἀλογίᾳ πεποιημένος ἀμφὶ νύκτα μέσην τῇ Ἀντωνίνῃ ξυνέμιξεν, αἱμασιᾶς πού τινος ἄγχιστα, ἧς δὴ ὄπισθεν καθίσασα ἐτύγχανε τοὺς ἀμφὶ Ναρσῆν τε καὶ Μάρκελλον, ὅπως 1.25.27 τῶν λεγομένων ἀκούσειαν. ἐνταῦθα Ἰωάννης μὲν ἀφυλάκτῳ στόματι τὰ ἐς τὴν ἐπίθεσιν ὡμολόγει τε καὶ ὅρκοις δεινοτάτοις ἀπισχυρίζετο, Ναρσῆς δὲ αὐτῷ καὶ 1.25.28 Μάρκελλος ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν. θορύβου δὲ, ὡς τὸ εἰκὸς, γενομένου οἱ τοῦ Ἰωάννου δορυφόροι (ἄγχιστα γάρ πη ἑστήκεσαν) παρ' αὐτὸν αὐτίκα ἐγέ1.25.29 νοντο. καὶ αὐτῶν τις Μάρκελλον, οὐκ εἰδὼς ὅστις ποτὲ ἦν, ξίφει ἔπληξεν, οὕτω τε Ἰωάννης διαφυγεῖν ξὺν αὐτοῖς ἴσχυσεν, ἔς τε τὴν πόλιν κατὰ τάχος ἀφί1.25.30 κετο. καὶ εἰ μὲν εὐθὺς ἐλθεῖν παρὰ βασιλέα ἐθάρσησεν, οἶμαι ἂν, οὐδὲν ἐπεπόνθει πρὸς αὐτοῦ ἄχαρι· νῦν δὲ καταφυγὼν ἐς τὸ ἱερὸν δέδωκε τῇ βασιλίδι κατ' ἐξουσίαν τῇ ἐς αὐτὸν ἐπιβουλῇ χρῆσθαι. 1.25.31 Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται, Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ' 1.25.32 ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν. ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι· τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνά1.25.33 γραπτα εὐθὺς γέγονεν. ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει· ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐν1.25.34 ταῦθα παρῆν τῷ Ἰωάννῃ, ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παρ' αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ' ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα 1.25.35 εἶναι. διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον 1.25.36 ἢ πρότερον ἔχοι. ἀλλ' ὁ θεὸς, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε. 1.25.37 Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν, Ἰωάννου οὐδέν τι ἧσσον· τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δί1.25.38 κην ἐκάλουν. ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι 1.25.39 τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν. ἐτύγχανε δὲ Ἰωάννης τῷ Εὐσεβίῳ διάφορος γεγονὼς μάλιστα, καὶ ἀπ' αὐτοῦ ἡ τῆς ἐπιβουλῆς ὑποψία ἐς αὐτὸν ἦλθε. 1.25.40 στέλλονται τοίνυν ἐκ βουλῆς ἄνδρες διερευνησόμενοι τὸ μίασμα τοῦτο· οἳ δὴ τὸν Ἰωάννην πρῶτα μὲν ἐν δεσμωτηρίῳ καθεῖρξαν, ἔπειτα δὲ ἄνδρα ἔπαρχον μὲν δυνατὸν οὕτω γενόμενον, ἐς πατρικίους δὲ ἀναγραφέντα καὶ ἐς τῶν ὑπάτων ἀναβεβηκότα τὸν δίφρον, οὗ μεῖζον εἶναι οὐδὲν ἔν γε τῇ Ῥωμαίων πολιτείᾳ δοκεῖ, ἔστησάν τε γυμνὸν,