268
ὁμολογήσας ἔναγχος πόλεμον ἡμῖν ἐπὶ 6.25.22 «Γότθους τόνδε ξυλλήψεσθαι. νῦν δὲ οὐχ ὅσον ἀμφο»τέροις ἐκποδὼν ἕστηκας, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνε»πισκέπτως ἀράμενος ἐφ' ἡμᾶς ἥκεις. μὴ σύ γε, ὦ «βέλτιστε, καὶ ταῦτα ἐς βασιλέα μέγαν ὑβρίζων, ὃν δή «που τὴν ὕβριν μὴ λίαν ἐν τοῖς μεγίστοις ἀμείψεσθαι 6.25.23 «οὐκ εἰκὸς εἴη. κρεῖσσον δὲ τὰ οἰκεῖα ἀσφαλῶς αὐτόν «τινα ἔχειν ἢ τῶν οὐ προσηκόντων μεταποιούμενον ἐς «κίνδυνόν τινα ὑπὲρ τῶν ἀναγκαιοτάτων καθίστασθαι.» ταύτην ἐπεὶ Θευδίβερτος τὴν ἐπιστολὴν ἀνελέξατο, τοῖς τε παροῦσιν ἀπορούμενος ἤδη καὶ πρὸς Γερμανῶν κακιζόμενος, ὅτι δὴ ἐξ οὐδεμιᾶς προφάσεως θνήσκοιεν ἐν χώρᾳ ἐρήμῳ, ἄρας τοῖς περιοῦσι τῶν Φράγγων ἐπ' οἴκου ξὺν τάχει πολλῷ ἀπεχώρησεν. 6.26.1 Οὕτω μὲν Θευδίβερτος στρατεύσας ἐς Ἰταλίαν τὴν ἄφοδον ἐποιήσατο. οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Ἰωάννην ἀνέστρεψαν οὐδέν τι ἧσσον, ὅπως μή τινα οἱ πολέμιοι ἔφοδον ἐπὶ σφῶν τοὺς πολιορκοῦντας 6.26.2 ποιήσονται. Γότθοι δὲ οἱ ἐν Αὐξίμῳ, Φράγγων μὲν ἀφίξεως πέρι οὐδὲν πεπυσμένοι, ἀπειρηκότες δὲ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα οὕτω μέλλουσαν, αὖθις μὲν Οὐίττιγιν διενοοῦντο μαρτύρεσθαι, λαθεῖν δὲ τῶν πολεμίων τὴν φυλακὴν οὐχ οἷοί τε ὄντες ἐπένθουν. 6.26.3 μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔς τε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις 6.26.4 παρὰ σφῶν χρήματα. καὶ ἐπειδὴ ἐν τῷ αὐτῷ ἐγένοντο, ἐδέοντο τοῦ ἀνθρώπου οἱ βάρβαροι ἐπιστολήν τινα ἐς Ῥάβενναν διακομίσαι, τάξαντες μέν οἱ ἐν τῷ παραυτίκα χρυσίον ῥητὸν, πλέον δὲ ὑποσχόμενοι δώσειν, ἐπειδὰν σφίσιν Οὐιττίγιδος γράμματα ἐπανήκοι φέρων. 6.26.5 τοῖς δὲ χρήμασιν ὁ στρατιώτης ἀναπεισθεὶς ὑπουργήσειν τε ὡμολόγησε ταῦτα καὶ ἐπιτελῆ ἐποίησε τὴν ὑπόσχεσιν. γράμματα γοῦν κατασεσημασμένα λαβὼν ἐς Ῥάβενναν κατὰ τάχος ἀφίκετο. καὶ Οὐιττίγιδι ἐς 6.26.6 ὄψιν ἐλθὼν τὴν ἐπιστολὴν ἐνεχείρισεν. ἐδήλου δὲ τάδε «Ὅπη μὲν ἡμῖν τὰ παρόντα ἔχει σαφῶς εἴσεσθε, «πυνθανόμενοι ὅστις ποτὲ ὁ τῆς ἐπιστολῆς παραπομπὸς 6.26.7 «εἴη. Γότθῳ γὰρ ἀνδρὶ ἔξω γενέσθαι τοῦ περιβόλου «ἀμήχανά ἐστι. τῶν δὲ βρωμάτων ἡμῖν τὸ εὐπορώτα»τον ἡ παρὰ τὸ τεῖχος πόα τυγχάνει οὖσα, ἧς γε «ἡμῖν οὐδὲ ὅσον ἅψασθαι τανῦν ἔξεστιν, ὅτι μὴ πολ»λοὺς ἀποβάλλουσιν ἐν τῷ ὑπὲρ ταύτης ἀγῶνι. ταῦτα «ἐς ὅ τι ἡμῖν τελευτήσει σέ τε χρὴ καὶ Γότθους τοὺς 6.26.8 «ἐν Ῥαβέννῃ λογίζεσθαι.» ταῦτα ἐπεὶ ὁ Οὐίττιγις ἀνελέξατο, ἀμείβεται ὧδε «Ἀναπεπτωκέναι δὲ ἡμᾶς, «ὦ φίλτατοι ἀνθρώπων ἁπάντων, οἰέσθω μηδεὶς, μηδὲ «ἐς κακίας τοσόνδε ἥκειν ὥστε ῥᾳθυμίᾳ τὰ Γότθων 6.26.9 «καταπροΐεσθαι πράγματα. ἐμοὶ γὰρ ἔναγχος ἥ τε «τῆς ἐξόδου παρασκευὴ ὡς ἔνι μάλιστα ἤσκητο καὶ «Οὐραΐας παντὶ τῷ στρατῷ ἐκ Μεδιολάνου μετάπεμπτος 6.26.10 «ἦλθεν. ἀλλ' ἡ Φράγγων ἔφοδος παραδόξως ἐπιπε»σοῦσα πάντα ἡμῖν τὰ ἐν παρασκευῇ ἀνεχαίτισεν, ὧν 6.26.11 «ἔγωγε οὐκ ἂν τὴν αἰτίαν δικαίως φεροίμην. ὅσα «γὰρ μείζω ἢ κατὰ ἀνθρώπου δύναμίν ἐστι καὶ τοῖς «ἐπταικόσι τὸ ἀνεγκλήτοις εἶναι χαρίζεται, τῆς τύχης «ἐφ' ἑαυτὴν ἐπισπωμένης ἀεὶ τὰ ἐκ τῶν πεπραγμένων 6.26.12 «ἐγκλήματα. νῦν μέντοι (καὶ γὰρ Θευδίβερτον ἐκπο»δὼν ἡμῖν γεγενῆσθαι ἀκούομεν) οὐκ ἐς μακρὰν ὑμῖν, «ἂν θεὸς θέλῃ, πάσῃ τῇ Γότθων στρατιᾷ παρεσόμεθα. 6.26.13 «χρὴ δὲ ὑμᾶς τὰ παραπίπτοντα φέρειν ἀνδρείως τε «καὶ τῇ ἀνάγκῃ ἐπιτηδείως, λογιζομένους μὲν τὴν «ὑμετέραν ἀρετὴν, ἧς ἕνεκα ἐκ πάντων ἀπολέξας ὑμᾶς «ἐν Αὐξίμῳ κατεστησάμην, αἰσχυνομένους δὲ τὴν δόξαν, «ἣν Γότθοι ἅπαντες ἐφ' ὑμῖν ἔχοντες Ῥαβέννης τε «ὑμᾶς καὶ τῆς σφῶν αὐτῶν σωτηρίας προβέβληνται.» 6.26.14 τοσαῦτα γράψας Οὐίττιγις καὶ χρήμασι πολλοῖς τὸν ἄνθρωπον δωρησάμενος ἀπεπέμψατο. ὃς δὴ ἐς Αὔξιμον ἀφικόμενος, παρά τε τοὺς ἑταίρους τοὺς αὐτοῦ ἦλθε καὶ ἀρρώστημα ὅτι δή οἱ ξυμβεβηκέναι σκηψάμενος ἔς τε ἱερόν τι οὐκ ἄποθεν ὂν διὰ