310
ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι «ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς «βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε «ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν «φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπο7.22.9 «λιπεῖν. Ῥώμη μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ' ἡλίῳ «τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμο7.22.10 «λόγηται εἶναι. οὐ γὰρ ἀνδρὸς ἑνὸς ἀρετῇ εἴργασται «οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τόσον μεγέθους τε «καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, «ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαὶ, χρόνου τε «μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα «πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐν7.22.11 «ταῦθα ξυναγαγεῖν ἴσχυσαν. οὕτω τε τὴν πόλιν τοι»αύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι, «μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενησομένοις ἀπέ»λιπον, ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα «μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν 7.22.12 «εἶναι· ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν «τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους 7.22.13 «τῶν ἔργων τὴν θέαν. τούτων δὲ τοιούτων ὄντων «ἐκεῖνο εὖ ἴσθι, ὡς δυοῖν ἀνάγκη τὸ ἕτερον εἶναι· ἢ «γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, 7.22.14 «ἂν οὕτω τύχοι. ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθε»λὼν, οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολω»λεκὼς ἂν, ὦ βέλτιστε, εἴης, καὶ διαφυλάξας, κτήματι, «ὡς τὸ εἰκὸς, τῶν πάντων καλλίστῳ πλουτήσεις· ἢν «δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, «σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενι»κηκότι πολλὴ, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐ»δεὶς ἔτι λελείψεται λόγος καὶ προσέσται τὸ μηδὲν 7.22.15 «τοῦ ἔργου ἀπόνασθαι. καταλήψεται δέ σε καὶ δόξα «τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ' 7.22.16 «ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν. ὁποῖα γὰρ «ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ «ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι.» τοσαῦτα μὲν Βελι7.22.17 σάριος ἔγραψε. Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν, ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν. σημήνας τε Βελισαρίῳ τὴν αὑτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπε7.22.18 πέμψατο. καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ' ὅσον ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χωρίῳ Ἀλγηδόνι ἐκέλευεν ἡσυχῆ μένειν, ὅπως δὴ μηδεμία ἐξουσία τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι· αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ 7.22.19 στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει. Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, ἐν Ῥώμῃ ἄνθρωπον οὐδένα ἐάσας, ἀλλ' ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών. 7.22.20 Ἰωάννης δὲ Τουτίλαν οἱ ἐπιέναι μαθὼν, μένειν ἐπὶ τῆς Ἀπουλίας οὐκέτι ἠξίου, ἀλλ' ἐς τὸν ∆ρυοῦντα δρόμῳ ἀφίκετο. τῶν τε πατρικίων οἱ ἐς Καμπανίαν ἀγόμενοι ἐς Λευκανοὺς πέμψαντες τῶν οἰκείων τινὰς, Τουτίλα γνώμῃ, τοὺς σφετέρους ἀγροίκους ἐκέλευον μεθίεσθαι μὲν τῶν πρασσομένων, τοὺς δὲ ἀγροὺς γεωργεῖν ᾗπερ εἰώθεσαν· ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ 7.22.21 ἀπήγγελλον τῶν κεκτημένων. οἱ δὲ ἀπετάξαντο μὲν τοῦ Ῥωμαίων στρατοῦ, ἐν δὲ τοῖς ἀγροῖς ἡσυχῆ ἔμενον· Τουλλιανὸς δὲ φυγὼν ᾤχετο, καὶ οἱ τριακόσιοι 7.22.22 Ἄνται παρὰ τὸν Ἰωάννην ἀναχωρεῖν ἔγνωσαν. οὕτω μὲν ἅπαντα τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου, πλὴν τοῦ ∆ρυοῦντος, αὖθις ὑποχείρια Γότθοις τε καὶ Τουτίλᾳ γέγονε. θαρσοῦντες δὲ ἤδη οἱ βάρβαροι καὶ κατὰ συμμορίας σκεδαννύμενοι περιῄεσαν κύκλῳ ἅπαντα. 7.22.23 ὅπερ Ἰωάννης μαθὼν τῶν οἱ ἑπομένων πολλοὺς ἐπ' αὐτοὺς ἔπεμψεν. οἳ δὴ τοῖς πολεμίοις ἀπροσδόκητοι 7.22.24 ἐπιπεσόντες πολλοὺς ἔκτειναν. καὶ ἀπ' αὐτοῦ δείσας ὁ Τουτίλας, ἅπαντάς τε τοὺς ξὺν αὑτῷ ἀγείρας, ἀμφὶ ὄρος τὸ Γάργανον, ὅπερ ἐν Ἀπουλίοις που μέσοις ἀνέχει, ἐν τῷ Ἀννίβαλος τοῦ Λίβυος χαρακώματι