157
τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος (χειμὼν γὰρ 4.13.40 ἤδη ἦν) ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει. ἔνθα δὴ ἕκαστα διεῖπέ τε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καὶ, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις 4.13.41 στρατεύοι. ἅμα δὲ καὶ στρατηγούς τε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρ4.13.42 τύετο, οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται· αὕτη γὰρ ἡ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας (ἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχει), Ῥώμης τε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται. 4.13.43 Βανδίλοι γὰρ τὸ παλαιὸν ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς 4.13.44 Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν. χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν, ἃ Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο ἢ τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειν τε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι. 4.13.45 ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους ὁ Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε. 4.14.1 Ἐν δὲ Ἰταλίᾳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς τάδε γενέσθαι τετύχηκε. Βελισάριος ἐπὶ Θευδᾶτόν τε καὶ τὸ Γότθων ἔθνος πρὸς Ἰουστινιανοῦ βασιλέως ἐστέλλετο, καταπλεύσας δὲ ἐς Σικελίαν ταύτην δὴ τὴν 4.14.2 νῆσον πόνῳ οὐδενὶ ἔσχεν. ὅντινα δὲ τρόπον, ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται, ὅτε με ὁ λόγος ἐς τῶν 4.14.3 Ἰταλικῶν πραγμάτων τὴν ἱστορίαν ἄγει. νῦν γάρ μοι οὐκ ἄπο τρόπου ἔδοξεν εἶναι ξύμπαντα ἀναγραψάμενον τὰ ἐν Λιβύῃ ξυνενεχθέντα οὕτω δὴ ἐπὶ τὸν λόγον 4.14.4 τὸν ἀμφὶ Ἰταλίαν τε καὶ Γότθους ἰέναι. τὸν μὲν οὖν χειμῶνα τοῦτον Βελισάριος μὲν ἐν Συρακούσαις, Σο4.14.5 λόμων δὲ ἐν Καρχηδόνι διέτριψε. καὶ τέρας ἐν τῷδε τῷ ἔτει ξυνηνέχθη γενέσθαι δεινότατον. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην, ὥσπερ ἡ σελήνη, ἐς τοῦτον δὴ τὸν ἐνιαυτὸν ἅπαντα ἠφίει, ἐκλείποντί τε ἐπὶ πλεῖστον ἐῴκει, τὴν ἀμαρυγὴν τὴν αὑτοῦ οὐ καθαρὰν 4.14.6 οὐδὲ ᾗπερ εἰώθει ποιούμενος. ἐξ οὗ τε ξυμβῆναι τοῦτο τετύχηκεν, οὔτε πόλεμος οὔτε λοιμὸς οὔτε τι ἄλλο ἐς θάνατον φέρον τοὺς ἀνθρώπους ἀπέλιπε. χρόνος δὲ ἦν, ὅτε δέκατον ἔτος Ἰουστινιανὸς τὴν βασιλείαν εἶχεν. 4.14.7 Ἅμα δὲ ἦρι ἀρχομένῳ, ὅτε οἱ Χριστιανοὶ ἑορτὴν ἦγον, ἣν δὴ Πασχαλίαν καλοῦσι, στρατιώταις στάσις ἐν Λιβύῃ ἐνέπεσεν. ἣ ὅπως τε ἐφύη καὶ ἐς ὅ τι ἐτε4.14.8 λεύτησεν, ἐρῶν ἔρχομαι. ἐπειδὴ Βανδίλοι ἡσσήθησαν τῇ μάχῃ, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, οἱ Ῥωμαίων στρατιῶται τὰς αὐτῶν παῖδάς τε καὶ γυναῖκας ἐν γα4.14.9 μετῶν ἐποιήσαντο λόγῳ. ἡ δὲ αὐτῶν ἑκάστη τὸν ἄνδρα ἐνῆγε τῶν χωρίων τῆς κτήσεως μεταποιεῖσθαι, ὧν αὐτὴ πρότερον κυρία ἐτύγχανεν οὖσα, οὐχ ὅσιον λέγουσα εἶναι, εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερή4.14.10 σονται. ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔς τε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντί τε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖ τε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺς ἐξέθρεψέ τε καὶ στρατιώτας καλεῖσθαί τε καὶ εἶναι πεποίηκεν, οὐκ ἐφ' ᾧ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται, ὅσα ἂν βαρβάρους ἐπιβατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντο, ἀλλ' ἐφ' ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίσι τε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς 4.14.11 σιτήσεις κομίζεσθαι. αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα 4.14.12 ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν. ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτας εἶναι ξυνέπεσεν· ὧν