151
δόντες «καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων 4.11.5 «ἐνέχυρα παρασχόμενοι; ἢ ἐπίδειξίν τινα ἐγνώκατε «ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς «ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου 4.11.6 «ὁτουοῦν ἐστί τις λόγος; καίτοι, εἰ τὰ ἐς τὸ θεῖον «ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ 4.11.7 «τὸν Ῥωμαίων βασιλέα χωρεῖτε; εἰ δὲ τοὺς παῖδας «ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου 4.11.8 «κινδυνεύειν βεβούλησθε; ἀλλ' εἰ μὲν ἤδη τις εἰσῆλθεν «ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν «εὖ τὰ πεπραγμένα θησόμεθα· εἰ δὲ τὰ τῆς ἀπονοίας «ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον «μετὰ τῶν ὅρκων, οἷς ἐλωβήσασθε, καὶ τῆς ἐς τοὺς «παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.» 4.11.9 τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε «Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις «ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατη»κόους εἶναι· Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς «μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς 4.11.10 «καὶ ξυμμάχους ἔχειν. ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν «ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει. 4.11.11 «λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ «τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, «ἀλλ' ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα 4.11.12 «βιάζονται. καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται «οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ' ἑτέρους «χωροῖεν, ἀλλ' ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς 4.11.13 «κίνδυνον πολέμου καθίστανται. παίδων μέντοι ἕνε»κεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη· «ἡμᾶς γὰρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, «συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι «γονή.» 4.11.14 Ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενός τε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον 4.11.15 ᾔει. γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο, ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο. 4.11.16 ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε. 4.11.17 κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν. 4.11.18 καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός· (τοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματά τε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶν τε καμήλων τῆς τε τρο4.11.19 φῆς ἐπιμελοῦνται· καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων·) αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδας τε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν 4.11.20 τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον. Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου, ὃ πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν, ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστη4.11.21 σάμενος. ἔδεισε γὰρ μὴ κατιόντες τε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιή4.11.22 σωνται. ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένους τε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάν τε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνη4.11.23 σιν ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε «Ἄν»δρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς «τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μηδὲ, εἰ Μαυ»ρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων «ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παρα4.11.24 «δείγματος μοίρᾳ γινέσθω. ἀλλ' ἀναμνήσθητε μὲν τῆς «ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν «Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ «κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μει»ζόνων κεκρατηκότας περὶ τῶν