341
ἄλλοις ἅπασιν, οἷσπερ πόλεως μέγεθος δείκνυσθαι εἴωθε. νῦν δὲ δὴ αὐτῶν ἄλλο οὐδὲν ἀπολέλειπται, ὅτι μὴ τῆς κατασκευῆς τὰ ἐδάφη. 8.2.15 Ὥστε εἰκότως θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων Τραπεζουντίοις ὁμόρους εἶναι. ταύτῃ μὲν γὰρ καὶ τὸ δέρας ξὺν τῇ Μηδείᾳ συλήσας Ἰάσων οὐκ ἐπὶ τὴν Ἑλλάδα καὶ τὰ πάτρια ἤθη φυγὼν φαίνοιτο, ἀλλ' ἔμπαλιν ἐπὶ Φᾶσιν τε ποταμὸν καὶ τοὺς ἐνδοτάτω 8.2.16 βαρβάρους. λέγουσι μὲν οὖν ὡς κατὰ τοὺς Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος χρόνους κατάλογοι Ῥωμαίων στρατιωτῶν ἐνταῦθά τε καὶ μέχρι ἐς Λαζοὺς 8.2.17 καὶ Σαγίνας ἵδρυντο. τὰ δὲ νῦν ἄνθρωποι ἐνταῦθα οἰκοῦσιν οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Λαζῶν βασιλέως κατήκοοι ὄντες, πλήν γε δὴ ὅτι Χριστιανοῖς οὖσιν οἱ 8.2.18 Λαζῶν ἐπίσκοποι τοὺς ἱερεῖς καθίστανται σφίσι. καὶ αὐτοὶ ἔνσπονδοί τε καὶ φίλοι ἀμφοτέροις ἐθέλοντες εἶναι, τοὺς ἐξ ἐκατέρων παρὰ τοὺς ἑτέρους ἀεὶ στελλομένους παραπέμψειν διηνεκῶς ὡμολόγησαν. ὃ δὴ φαί8.2.19 νονται καὶ ἐς ἐμὲ δρῶντες. ἀκάτοις γὰρ ἰδίαις τοὺς παρὰ θατέρου βασιλέως ἐς τὸν ἕτερον στελλομένους ἀγγέλους ναυτιλλόμενοι παραπέμπουσι. φόρου μέντοι 8.2.20 ὑποτελεῖς οὐδαμῆ γεγένηνται ἐς τόδε τοῦ χρόνου. τούτων δὲ τῶν χωρίων ἐν δεξιᾷ ὄρη τε λίαν ἀπότομα ἀποκρέμαται καὶ χώρα ἔρημος ἐπὶ πλεῖστον διήκει. καὶ αὐτῆς ὕπερθεν οἱ Περσαρμένιοι καλούμενοι ᾤκηνται, καὶ Ἀρμένιοι οἳ Ῥωμαίων κατήκοοί εἰσι μέχρι ἐς τοὺς Ἰβηρίας ὅρους διήκοντες. 8.2.21 Ἐκ δὲ Ἀψαροῦντος πόλεως ἐς Πέτραν τε πόλιν καὶ τοὺς Λαζῶν ὅρους, οὗ δὴ τελευτᾷ ὁ Εὔξεινος Πόντος, μιᾶς ἐστιν ἡμέρας ὁδός. ἀπολήγων δὲ ὁ Πόντος ἐν8.2.22 ταῦθα μηνοειδῆ τίθεται τὴν ἀκτήν. καὶ ὁ μὲν τοῦ μηνοειδοῦς τούτου διάπλους ἐς πεντήκοντά τε καὶ πεντακοσίους μάλιστα σταδίους διήκει, τὰ δὲ αὐτοῦ ὄπι8.2.23 σθεν ξύμπαντα Λαζική τέ ἐστι καὶ ὠνόμασται. μετὰ δὲ αὐτοὺς κατὰ τὴν μεσόγαιαν Σκυμνία τε καὶ Σουανία ἐστί. ταῦτα δὲ τὰ ἔθνη Λαζῶν κατήκοα τυγχάνει ὄντα. καὶ ἄρχοντας μὲν οἱ τῇδε ἄνθρωποι τῶν ὁμογενῶν τινας ἔχουσιν, ἐπειδὰν δὲ τῶν ἀρχόντων τινὶ ἐπιγένηται ἡ τέλειος ἡμέρα τοῦ βίου, ἕτερον αὐτοῖς ἀντικαθίστασθαι πρὸς τοῦ Λαζῶν βασιλέως ἐς ἀεὶ 8.2.24 εἴθισται. ταύτης δὲ τῆς χώρας ἐκ πλαγίου μὲν παρ' αὐτὴν μάλιστα τὴν Ἰβηρίαν Μέσχοι Ἰβήρων ἐκ παλαιοῦ 8.2.25 κατήκοοι ᾤκηνται, τὰ οἰκία ἐν ὄρεσιν ἔχοντες. ὄρη δὲ τὰ Μέσχων οὐ σκληρὰ οὐδὲ καρπῶν ἄφορά ἐστιν, ἀλλ' εὐθηνοῦσιν ἀγαθοῖς ἅπασιν, ἐπεὶ καὶ οἱ Μέσχοι γεωργοὶ δεξιοὶ καὶ ἀμπελῶνες τυγχάνουσιν ἐκεῖ ὄντες. 8.2.26 ταύτῃ δὲ τῇ χώρᾳ ὄρη ἐπίκεινται ἄγαν τε ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ δεινῶς ἄβατα. καὶ ταῦτα μὲν ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκει· ὄπισθεν δὲ αὐτῶν πρὸς ἀνίσχοντα ἥλιον Ἰβηρία ἐστὶ, μέχρι ἐς Περσαρμενίους 8.2.27 διήκουσα. διὰ δὲ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, Φᾶσις ποταμὸς κάτεισιν, ἐκ τῶν Καυκασίων ἀρχόμενος καὶ 8.2.28 κατὰ μέσον τὸ μηνοειδὲς τοῦ Πόντου ἐκβάλλει. ταύτῃ τε ἤπειρον ἑκατέραν αὐτὸν διορίζειν τινὲς οἴονται. τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστὶ, τὰ 8.2.29 δὲ ἐν δεξιᾷ Εὐρώπη ὠνόμασται. κατὰ μὲν οὖν τὴν τῆς Εὐρώπης μοῖραν ξύμπαντα Λαζῶν τὰ οἰκία ξυμβαίνει εἶναι, ἐπὶ θάτερα δὲ οὔτε πόλισμα οὔτε ἄλλο τι ὀχύρωμα οὔτε κώμην τινὰ λόγου ἀξίαν Λαζοὶ ἔχουσι, πλήν γε δὴ ὅτι Πέτραν Ῥωμαῖοι ἐνταῦθα ἐδείμαντο 8.2.30 πρότερον. κατὰ ταύτην δέ που τὴν Λαζικῆς μοῖραν ἀπέκειτο, ὥσπερ οἱ ἐπιχώριοι λέγουσι, καὶ τὸ δέρας ἐκεῖνο, οὗπερ ἕνεκα οἱ ποιηταὶ τὴν Ἀργὼ ἀποτετορνεῦσθαι μυθολογοῦσι. λέγουσι δὲ ταῦτα, ἐμὴν γνώμην, 8.2.31 ἀληθιζόμενοι ἥκιστα. οὐ γὰρ ἂν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τά τε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ, ἵνα δὴ τὸ δέρας ἐκεῖνο κεῖσθαι ξυνέβαινεν, ὃ δὴ καὶ οἱ ποιηταὶ παραδηλοῦσιν οἱ τὰ τοιαῦτα ἀναγραψάμενοι. 8.2.32 ὁ μὲν οὖν Φᾶσις τῇδε φερόμενος, ᾗπέρ μοι δεδιήγηται, ἐς αὐτόν που λήγοντα ἐκβάλλει τὸν Εὔξεινον Πόντον. τοῦ δὲ μηνοειδοῦς κατὰ μὲν τὴν μίαν ἀρχὴν, ἣ τῆς Ἀσίας ἐστὶ, Πέτρα ἡ πόλις ἐτύγχανεν οὖσα, ἐν δὲ δὴ τῇ ἀντιπέρας ἀκτῇ κατὰ τὴν τῆς Εὐρώπης μοῖραν 8.2.33