276
6.30.3 Γότθοι δὲ, οἳ Πάδου τε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιή6.30.4 σασθαι. ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλά τε 6.30.5 πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε «Οὐκ «ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρ»όντων κακῶν ἢ σὺ γέγονας. ἡμεῖς γὰρ τὸν θεῖον «τὸν σὸν, οὕτως ἀνάνδρως τε καὶ ἀτυχῶς ἐξηγούμενον, «πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον «τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν «δραστήριον αἰσχυνόμενοι Οὐιττίγιδι μὲν τὸ τῆς βασι»λείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ 6.30.6 «παραδιδόναι τὴν Γότθων ἀρχήν. ἀλλὰ περιέστηκεν «ἡ τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιά τε «φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία. 6.30.7 «Γότθων γὰρ, ὥσπερ οἶσθα, ὦ φίλε Οὐραΐα, τεθνάναι «μὲν ἐν τῷ πολέμῳ πλείστους τε καὶ ἀρίστους ξυμ»βαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπο»λέλειπται, ξύν τε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελι6.30.8 «σάριος ἄγων οἰχήσεται. ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ «ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι, ὀλίγους τε καὶ λίαν 6.30.9 «οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι. τοιούτων «τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι «μᾶλλον ξυνοίσει ἢ παῖδάς τε καὶ γυναῖκας πρὸς τῶν «πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν. 6.30.10 «πράξομεν δέ τι, ὡς τὸ εἰκὸς, ἀρετῆς ἄξιον, ἤν γέ σε «τῶν ἔργων ἀρχηγὸν ἕξομεν.» Γότθοι μὲν τοσαῦτα 6.30.11 εἶπον. Οὐραΐας δὲ ἀμείβεται ὧδε «Ὡς μὲν δεῖ ἐν «τοῖς παροῦσι δεινοῖς πρὸ τῆς δουλείας ἡμᾶς τὸν κίν»δυνον αἱρεῖσθαι, ταὐτά με ὑμῖν γινώσκειν ξυμβαίνει. 6.30.12 «ἐς Γότθων δέ με τὴν βασιλείαν καθίστασθαι παντά»πασιν οἶμαι ἀξύμφορον εἶναι· πρῶτα μὲν, ὅτι Οὐιττί»γιδος ἀδελφιδοῦς ὢν, ἀνδρὸς οὕτως ἠτυχηκότος, «εὐκαταφρόνητος ἂν τοῖς πολεμίοις εἶναι δοκοίην, ἐπεὶ «ἐς τοὺς συγγενέας ἀεὶ τὰς ὁμοίας τύχας παραπέμπε6.30.13 «σθαι οἴονται ἄνθρωποι. ἔπειτα δὲ οὐδὲ ὅσια ποιεῖν «δόξαιμι, ἐπιβατεύων τῆς τοῦ θείου ἀρχῆς, καὶ ἀπ' «αὐτοῦ μοι ἀχθομένους ὑμῶν τοὺς πλείστους, ὡς τὸ 6.30.14 «εἰκὸς, ἕξω. ἐγὼ δέ φημι χρῆναι Γότθων ἄρχοντα ἐς «κίνδυνον τόνδε Ἰλδίβαδον καθίστασθαι, ἄνδρα ἐς «ἄκρον ἀρετῆς ἥκοντα καὶ διαφερόντως δραστήριον. 6.30.15 «ᾧ δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων «ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς «οὐδὲν ἀπεικός. διὸ δὴ καὶ τὸν ἀγῶνα ξὺν ἐλπίδι «ἀμείνονι πρὸς τοὺς ἐναντίους διοίσομεν.» 6.30.16 Τοσαῦτα καὶ Οὐραΐας εἰπὼν τὰ ξύμφορα Γότθοις ἅπασι λέγειν ἔδοξε. καὶ αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης 6.30.17 αὐτίκα μετάπεμπτος ἦλθεν. ᾧ δὴ τὴν πορφύραν περιβαλόντες, βασιλέα τε Γότθων ἀνεῖπον καὶ σφίσιν εὖ θέσθαι τὰ παρόντα ἐδέοντο. ὧδε μὲν ἐς τὴν ἀρχὴν 6.30.18 Ἰλδίβαδος κατέστη. ὀλίγῳ δὲ ὕστερον Γότθους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε «Ἅπαντας ὑμᾶς, ἄνδρες «ξυστρατιῶται, πολλῶν ξυνεπίσταμαι εἶναι πολέμων «ἐμπείρους, ὥστε οὔποτε εἰκότως εἰς τὸ πολεμεῖν ἐκ «τοῦ εὐθέος χωρήσομεν. ἐμπειρία γὰρ λογισμὸν φέ6.30.19 «ρουσα θρασύνεσθαι ἥκιστα εἴωθεν. ἄξιον δὲ ἀναμνη»σθέντας πάντων ὑμᾶς τῶν πρότερον ξυμπεπτωκότων, 6.30.20 «οὕτω τανῦν ὑπὲρ τῶν παρόντων βουλεύεσθαι. λήθη «γὰρ πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάντων «ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς 6.30.21 «γνώμας, ἐν δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν. Οὐίττι»γις τοίνυν οὐκ ἀκόντων γε οὐδὲ ἀντιτεινόντων ὑμῶν «ἐς τῶν πολεμίων αὑτὸν καθῆκε τὰς χεῖρας, ἀλλ' «ἀπειπόντες τότε πρὸς τὰ τῆς τύχης ἐναντιώματα ξυμ»φορώτατον ἡμῖν αὐτοῖς ἡγήσασθε εἶναι Βελισαρίῳ «οἴκοι καθήμενοι ἐπακούειν μᾶλλον ἢ τοῖς σώμασι 6.30.22 «διακινδυνεύειν ἀπέραντα. νῦν μέντοι αὐτὸν ἀκη»κοότες ἐς Βυζάντιον στέλλεσθαι, νεωτέροις πράγμασιν «ἐγχειρεῖν