226
πολεμίων ληϊσάμενοι καὶ τοῦ ἱππεύειν οὐκ 5.28.22 ἀμελέτητοι γεγενημένοι, ἱππόται ἦσαν. τοὺς δὲ πεζοὺς, ὀλίγους τε ὄντας καὶ οὔτε φάλαγγα ἔχοντας λόγου ἀξίαν ποιήσασθαι οὔτε τοῖς βαρβάροις θαρσήσαντάς πω ἐς χεῖρας ἰέναι, ἀλλ' ἐς φυγὴν ἀεὶ ἐν τῇ πρώτῃ ὁρμῇ καθισταμένους, οὐκ ἀσφαλὲς ἐνόμιζεν εἶναι ἄποθεν τοῦ περιβόλου παρατάσσεσθαι, ἀλλ' αὐτοῦ ἄγχιστα τῆς τάφρου ἐν τάξει μένειν, ὅπως, εἴ γε σφῶν τοὺς ἱππέας τρέπεσθαι ξυμβαίνοι, δέχεσθαί τε οἷοί τε ὦσι τοὺς φεύγοντας καὶ ξὺν αὐτοῖς ἅτε ἀκμῆτες τοὺς ἐναν5.28.23 τίους ἀμύνεσθαι. Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφὸς,5.28.24 Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε «Στρατηγῶν «ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγον τε ὂν καὶ «πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀπο»τέμνεσθαι ἀξίου τῆς πεζῶν φάλαγγος, μήτε χρῆναι «τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δι' οὗ τὴν «ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχω5.28.25 «ρηκέναι ἀκούομεν. εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς «ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν «στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ' οἱ τῶν «πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι, ἵπποις «μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ «ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ «φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ 5.28.26 «πολλὰ χρώμενοι. σὺ δὲ πάντας μὲν τοὺς πεζῶν «ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστά «τε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν «τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμ»βολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς 5.28.27 «τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει. πεζοὶ γὰρ καὶ «ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, «ἐλπίδα ἔχοντες ὅσα ἂν ὁ θεὸς διδῷ τοὺς πολεμίους 5.28.28 «ἐργάσασθαι.» ταῦτα ἀκούσας Βελισάριος κατ' ἀρχὰς μὲν οὐ ξυνεχώρησεν. αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυ5.28.29 νεύειν οὐκ ἤθελε. τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔς τε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόν τε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοί τε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ' ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοί τε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι. 5.29.1 Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπο5.29.2 μάχους, ἀπολιπών. καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆς τε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν· αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκα5.29.3 λέσας ἔλεξε τοιάδε «Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ «δεδιέναι δοκοίην καὶ ἀπ' αὐτοῦ τήν τε ἄλλην ἐς «ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ 5.29.4 «εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι. καὶ τοῦτο οὐκ «ἄπο τοῦ ἀνθρωπείου τρόπου λογίζονται. εἰώθασι «γὰρ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἂν δέοιντο, πρᾳότητι «ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι κατα»δεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσ5.29.5 «οδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν. ἐμοὶ 5.29.5 «μέντοι οὔτε βίου καταστροφῆς οὔτε ἀρχῆς στερήσεως «μέλει. εὐξαίμην γὰρ ἂν καὶ τὴν πορφυρίδα ταύτην «ἀποδύσασθαι τήμερον, εἰ Γότθος ἀνὴρ αὐτὴν ἐνδι5.29.6 «δύσκεσθαι μέλλοι. καὶ τὸ Θευδάτου πέρας ὄλβιον ἐν «τοῖς μάλιστα γεγενῆσθαι νενόμικα, ᾧ γε ταῖς τῶν «ὁμοφύλων χερσὶ τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν 5.29.7 «ἅμα τετύχηκε. συμφορὰ γὰρ ἰδίᾳ προσπίπτουσα μὴ «συμφθειρομένου τοῦ γένους τοῖς γε οὐκ ἀνοήτοις 5.29.8 «παραψυχῆς οὐκ ἐστέρηται. ἐννοοῦντά με δὲ τό τε «Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν «εἰσέρχεται μέτριον, ἀλλὰ Γότθους μὲν ὁρᾶν μοι δοκῶ «ξὺν τοῖς παισὶ δεδουλωμένους, γυναῖκας δὲ ὑμετέρας