92
μᾶλλον τήν τε ἄσφαλτον καὶ τὸ θεῖον ἐνεργεῖν ἴσχυεν ἐπί τε τὴν ἐν ποσὶν ὕλην ἀκμάζειν ἐποίει, καὶ τὸ πῦρ ἐπὶ τὰ πρόσω ἀεὶ ἐνῆγεν, ἐπεὶ τοῦ χώματος ἐντὸς οὐδαμῆ τοσοῦτον ἐξικνεῖσθαι τοῦ ὕδατος εἶχεν ὅσον τῷ ὑπερβάλλοντι 2.27.15 κατασβέσαι τὴν φλόγα οἷόν τε εἶναι. ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις 2.27.16 ἔνδηλος εἶναι. Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχης τε καὶ ὠθισμοῦ 2.27.17 ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι. τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο. 2.27.18 Ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, 2.27.19 οὗ δὴ τὸ φρούριον ἐπωνόμασται. τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς 2.27.20 κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη. τῶν δέ τις ἀγροίκων μόνος ἐγρηγορὼς ἐν Ῥωμαίοις ἅπασιν ἔτυχεν, ὃς δὴ ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ ἅπαντας ἤγειρε. 2.27.21 καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Πέρσαι, ἔς τε τὸ στρατόπεδον ἀνεχώρησαν, αὐτοῦ λιπόντες τὰς κλί2.27.22 μακας, ἅσπερ κατ' ἐξουσίαν Ῥωμαῖοι ἀνεῖλκον. Χοσρόης δὲ ἀμφὶ ἡμέραν μέσην πολλήν τινα τοῦ στρατοῦ μοῖραν ἐπὶ τὴν μεγάλην καλουμένην πύλην ὡς τειχο2.27.23 μαχήσοντας ἔπεμψεν. οἷς δὴ Ῥωμαῖοι ὑπαντιάσαντες οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ ἀγροῖκοι καὶ τοῦ δήμου τινὲς καὶ μάχῃ νικήσαντες παρὰ πολὺ τοὺς βαρβάρους 2.27.24 ἐτρέψαντο. ἔτι τε Περσῶν διωκομένων Παῦλος ἑρμηνεὺς παρὰ Χοσρόου ἥκων ἐς μέσους Ῥωμαίους ἀπήγγελλε Ῥεκινάριον ἐπὶ τῇ εἰρήνῃ ἐκ Βυζαντίου ἥκειν, οὕτω 2.27.25 τε ἀμφότεροι διελύθησαν. ἤδη δέ τισι πρότερον ἡμέραις ὁ Ῥεκινάριος ἐς τὸ τῶν βαρβάρων στρατόπεδον 2.27.26 ἀφῖκτο. ἀλλὰ τοῦτο ἐς Ῥωμαίους ὡς ἥκιστα ἐξήνεγκαν Πέρσαι, καραδοκοῦντες δηλονότι τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν, ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δὲ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκα2.27.27 λουμένων πρὸς αὐτὰς, θήσονται. ἐπεὶ δὲ Ῥεκινάριος ἐγένετο εἴσω πυλῶν, Πέρσαι μὲν ἠξίουν τοὺς τὴν εἰρήνην διοικησομένους παρὰ Χοσρόην αὐτίκα δὴ μάλα ἰέναι, Ῥωμαῖοι δὲ σταλήσεσθαι πρέσβεις ἡμέραις τρισὶν ὕστερον ἔφασαν· τανῦν γὰρ σφίσι κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν. 2.27.28 Εἶναί τε ὑποτοπάζων οὐχ ὑγιᾶ τὸν λόγον Χοσρόης τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. καὶ τότε μὲν πλίνθων πάμπολύ τι χρῆμα ἐπὶ τὸ χῶμα ἐπέβαλε, δυοῖν δὲ ὕστερον ἡμέραιν παντὶ τῷ στρατῷ ὡς τειχομαχήσων 2.27.29 ἐπὶ τὸν τῆς πόλεως περίβολον ἦλθεν. ἔν τε πύλῃ ἑκάστῃ τῶν τινας ἀρχόντων καὶ μέρος τι τοῦ στρατεύματος καταστησάμενος ἅπαν τε τὸ τεῖχος ταύτῃ περι2.27.30 βαλὼν κλίμακάς τε αὐτῷ καὶ μηχανὰς προσῆγεν. ὄπισθεν δὲ τοὺς Σαρακηνοὺς ἅπαντας ξὺν τῶν Περσῶν τισιν ἔταξεν, οὐκ ἐφ' ᾧ τῷ περιβόλῳ προσβάλωσιν, ἀλλ' ὅπως ἁλισκομένης τῆς πόλεως αὐτοὶ τοὺς φεύγον2.27.31 τας σαγηνεύσαντες λάβωσι. τοιαύτῃ μὲν γνώμῃ τὸ στράτευμα ὁ Χοσρόης οὕτω διέταξε. τῆς δὲ μάχης πρωὶ ἀρξαμένης κατ' ἀρχὰς μὲν τὰ Περσῶν καθυπέρ2.27.32 τερα ἦν. πολλοὶ γὰρ πρὸς λίαν ὀλίγους ἐμάχοντο, ἐπεὶ τῶν Ῥωμαίων οἱ πλεῖστοι ἀνήκοοί τε τῶν ποιου2.27.33 μένων καὶ ἀπαράσκευοι παντάπασιν ἦσαν. προϊούσης δὲ τῆς ξυμβολῆς θορύβων τε καὶ ταραχῆς ἔμπλεως ἡ πόλις ἐγίνετο, καὶ ξύμπαντες ἤδη αὐταῖς γυναιξὶ καὶ 2.27.34 παιδαρίοις ἐπὶ τὸ τεῖχος ἀνέβαινον. οἱ μὲν οὖν ἐν ἡλικίᾳ ξὺν τοῖς στρατιώταις καρτερώτατα τοὺς πολεμίους ἠμύνοντο, καὶ τῶν ἀγροίκων πολλοὶ ἐς τοὺς 2.27.35 βαρβάρους ἔργα θαυμαστὰ ἐπεδείκνυντο. παῖδες δὲ καὶ γυναῖκες ξὺν τοῖς γεγηρακόσι λίθους τε τοῖς μαχο2.27.36 μένοις ξυνέλεγον καὶ τἄλλα ὑπούργουν. τινὲς δὲ καὶ λέβητας ἐλαίου πολλοὺς ἐμπλησάμενοι πυρί τε αὐτοὺς πανταχῆ τοῦ τείχους ἐς διαρκῆ θερμήναντες χρόνον καὶ ζέον ὑπεράγαν τὸ ἔλαιον περιρραντηρίοις τισὶν ἐπιχέοντες ἔτι μᾶλλον τοὺς πολεμίους τοὺς τῷ