220
ἐξελεῖν δύναιτο. σκόπει δὲ «ὁποίαν ποτέ σοι δόξαν ἡ τοιαύτη Βελισαρίου τελευτὴ 5.24.18 «φέρει.» τοσαῦτα μὲν Βελισάριος ἔγραψε. βασιλεὺς δὲ λίαν ξυνταραχθεὶς στράτευμά τε καὶ ναῦς σπουδῇ ἤγειρε καὶ τοῖς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον 5.24.19 ἐπέστελλε κατὰ τάχος ἰέναι. σταλέντες γὰρ ξὺν στρατεύματι ἄλλῳ ἀμφὶ τὰς χειμερινὰς τροπὰς ἔτυχον, ἐφ' 5.24.20 ᾧ πλεύσουσιν ἐς Ἰταλίαν. οἱ δὲ καταπλεύσαντες ἐς τὴν Ἑλλάδα (περαιτέρω γὰρ βιάζεσθαι τὸν πλοῦν οὐχ οἷοί τε ἦσαν) διεχείμαζον ἐς τὰ ἐπὶ Αἰτωλίας τε καὶ Ἀκαρ5.24.21 νανίας χωρία. ταῦτά τε Βελισαρίῳ δηλώσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον αὐτόν τε καὶ Ῥωμαίους ἅπαντας ἐς τὴν προθυμίαν ἐπέρρωσεν. 5.24.22 Ἐν τούτῳ δὲ ξυνηνέχθη ἐν Νεαπόλει τοιόνδε γενέσθαι. Θευδερίχου τοῦ Γότθων ἄρχοντος εἰκὼν ἐν τῇ ἀγορᾷ ἐτύγχανεν οὖσα, ἐκ ψηφίδων τινῶν ξυγκειμένη, μικρῶν μὲν ἐς ἄγαν, χροιαῖς δὲ βεβαμμένων 5.24.23 σχεδόν τι ἁπάσαις. ταύτης τῆς εἰκόνος ποτὲ τὴν κεφαλὴν διαρρυῆναι ζῶντος Θευδερίχου ξυμβέβηκε, τῆς τῶν ψηφίδων ἐπιβολῆς ἐκ τοῦ αὐτομάτου ξυνταραχθείσης, καὶ Θευδερίχῳ ξυνηνέχθη τελευτῆσαι τὸν βίον 5.24.24 αὐτίκα δὴ μάλα. ἐνιαυτοῖς δὲ ὀκτὼ ὕστερον αἱ τὴν τῆς εἰκόνος γαστέρα ποιοῦσαι ψηφῖδες διερρύησαν ἐξαπιναίως, καὶ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς 5.24.25 εὐθὺς ἐτελεύτα. χρόνου τε τριβέντος ὀλίγου πίπτουσι μὲν ἐς γῆν αἱ περὶ τὰ αἰδοῖα ψηφῖδες, Ἀμαλασοῦνθα δὲ ἡ Θευδερίχου παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. ταῦτα 5.24.26 μὲν οὖν τῇδε ἐχώρησε. Γότθων δὲ Ῥώμης ἐς τὴν πολιορκίαν καθισταμένων τὰ ἐκ τῶν τῆς εἰκόνος μηρῶν ἄχρι 5.24.27 ἐς ἄκρους πόδας διεφθάρθαι τετύχηκε. ταύτῃ τε ἅπασα ἐκ τοῦ τοίχου ἐξίτηλος ἡ εἰκὼν γέγονεν, οἵ τε Ῥωμαῖοι τὸ πρᾶγμα τοῦτο ξυμβαλόντες περιέσεσθαι τῷ πολέμῳ ἰσχυρίζοντο τὸν τοῦ βασιλέως στρατὸν, οὐκ ἄλλο οὐδὲν εἶναι τοὺς Θευδερίχου πόδας ἢ τὸν Γότθων λεὼν, ὧν ἐκεῖνος ἦρχεν, οἰόμενοι, καὶ ἀπ' αὐτοῦ 5.24.28 εὐέλπιδες ἔτι μᾶλλον ἐγένοντο. ἐν μέντοι Ῥώμῃ τῶν τινες πατρικίων τὰ Σιβύλλης λόγια προὔφερον, ἰσχυριζόμενοι τὸν κίνδυνον τῇ πόλει ἄχρι ἐς τὸν Ἰούλιον 5.24.29 μῆνα γεγενῆσθαι μόνον. χρῆναι γὰρ τότε βασιλέα Ῥωμαίοις καταστῆναί τινα, ἐξ οὗ δὴ Γετικὸν οὐδὲν 5.24.30 Ῥώμη τὸ λοιπὸν δείσειε. Γετικὸν γάρ φασιν ἔθνος τοὺς Γότθους εἶναι· εἶχε δὲ τὸ λόγιον ὧδε· θυιντιλι 5.24.31 μενσε ** ρεγε νιηιλ γετιξυμ ιαμ * πέμπτον δὲ μῆνα τὸν Ἰούλιον ἰσχυρίζοντο εἶναι, οἱ μὲν, ὅτι Μαρτίου ἱσταμένου ἡ πολιορκία κατ' ἀρχὰς γέγονεν, ἀφ' οὗ δὴ πέμπτον Ἰούλιον ξυμβαίνει εἶναι, οἱ δὲ, ὅτι Μάρτιον πρῶτον πρὸ τῆς Νουμᾶ βασιλείας ἐνόμιζον μῆνα, ὅτε δὴ Ῥωμαίοις ἐς δέκα μῆνας ὁ τοῦ ἐνιαυτοῦ χρόνος ξυνῄει, Ἰούλιός τε ἀπ' αὐτοῦ Κυιντίλιος ὠνομάζετο. 5.24.32 ἀλλ' ἦν ἄρα τούτων οὐδὲν ὑγιές. οὔτε γὰρ βασιλεὺς τότε Ῥωμαίοις κατέστη, καὶ ἡ πολιορκία ἐνιαυτῷ ὕστερον διαλυθήσεσθαι ἔμελλε, καὶ αὖθις ἐπὶ Τουτίλα Γότθων ἄρχοντος ἐς τοὺς ὁμοίους Ῥώμη κινδύνους 5.24.33 ἰέναι, ὥς μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. δοκεῖ γάρ μοι οὐ ταύτην δὴ τὴν τῶν βαρβάρων ἔφοδον τὸ μαντεῖον δηλοῦν, ἀλλ' ἑτέραν τινὰ ἢ ἤδη ξυμβᾶσαν ἢ 5.24.34 ὕστερόν ποτε ἐσομένην. τῶν γὰρ Σιβύλλης λογίων τὴν διάνοιαν πρὸ τοῦ ἔργου ἐξευρεῖν ἀνθρώπῳ οἶμαι 5.24.35 ἀδύνατον εἶναι. αἴτιον δὲ ὅπερ ἐγὼ αὐτίκα δηλώσω ἐκεῖνα ἀναλεξάμενος ἅπαντα· ἡ Σίβυλλα οὐχ ἅπαντα ἑξῆς τὰ πράγματα λέγει οὐδὲ ἁρμονίαν τινὰ ποιουμένη τοῦ λόγου, ἀλλ' ἔπος εἰποῦσα ὅ τι δὴ ἀμφὶ τοῖς Λιβύης κακοῖς ἀπεπήδησεν εὐθὺς ἐς τὰ Περσῶν ἤθη. 5.24.36 ἐνθένδε τε Ῥωμαίων ἐς μνήμην ἐλθοῦσα μεταβιβάζει ἐς τοὺς Ἀσσυρίους τὸν λόγον. καὶ πάλιν ἀμφὶ Ῥω5.24.37 μαίοις μαντευομένη προλέγει τὰ Βρεττανῶν πάθη. ταύτῃ τε ἀδύνατά ἐστιν ἀνθρώπῳ ὁτῳοῦν πρὸ τοῦ ἔργου τῶν Σιβύλλης λογίων ξυνεῖναι, ἢν μὴ ὁ χρόνος αὐτὸς ἐκβάντος ἤδη τοῦ πράγματος καὶ τοῦ λόγου ἐς πεῖραν ἐλθόντος ἀκριβὴς τοῦ ἔπους ἑρμηνεὺς γένοιτο. ἀλλὰ ταῦτα μὲν λογιζέσθω ἕκαστος ὅπη αὐτῷ φίλον. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι. 5.25.1 Ἐπειδὴ Γότθοι ἀπεκρούσθησαν τειχομαχοῦντες, ηὐλίσαντο τὴν νύκτα ἐκείνην οὕτως ὥσπερ ἐρρήθη 5.25.2 ἑκάτεροι.