81
ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δὲ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δὲ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δὲ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ' 2.21.15 ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν. ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο. 2.21.16 τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἷός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει, ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων 2.21.17 ἐσέβαλον. τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς 2.21.18 ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι. Βελισάριος δὲ εὖ μὲν ἠπίστατο ὡς οὐδ' ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν· (ὅ τε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι·) τοῖς δὲ ἀμφὶ ∆ιογένην τε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτὴν, ὅπως δὴ ἐς ταραχὴν 2.21.19 ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται. ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς. 2.21.20 λόγου τε οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατὸν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε ∆ιογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν. 2.21.21 Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ 2.21.22 τῷ στρατῷ. Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἷς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ 2.21.23 παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη. ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ' αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ 2.21.24 ἐς μακρὰν ἄξιον εἶναι. Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς 2.21.25 παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν. οἳ, ἐπεὶ παρ' αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ τὰ ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα πρότερον 2.21.26 ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται. ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῷ τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ' 2.21.27 ᾧ τὰ ξυγκείμενα πράξουσιν. οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα, γένει τε καὶ πλούτῳ πάντων τῶν Ἐδεσσηνῶν διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ 2.21.28 οὔτι ἑκούσιον εὐθὺς ἔπεμψε. Ῥωμαῖοι δὲ Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλόν τε σφίσιν ὁ ἀνὴρ ἐν τούτῳ εὐδοκιμῆσαι τῷ ἔργῳ ἐδόκει ἢ ὅτε Γελίμερα δορυά2.21.29 λωτον ἢ τὸν Οὐίττιγιν ἐς Βυζάντιον ἤνεγκεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου καὶ ἐπαίνου πολλοῦ ἄξιον, πεφοβημένων μὲν κἀν τοῖς ὀχυρώμασι κρυπτομένων Ῥωμαίων ἁπάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῃ γεγονότος Ῥωμαίων ἀρχῇ, ἄνδρα στρατηγὸν ξὺν ὀλίγοις τισὶ δρόμῳ ὀξεῖ ἐκ Βυζαντίου μεταξὺ ἥκοντα ἀπ' ἐναντίας τοῦ Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου, ἢ τὴν