162
τά τε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ ἡ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος ὁ Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε 4.15.54 τοιάδε «Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ «ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ' ἄν»δρας τε ὅπλα αἰρόμενοι, οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις «καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε 4.15.55 «καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν. ἢ οὐ μέμνησθε ὡς «ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συν»τάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ «τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε 4.15.56 «νόμος; καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν «ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν 4.15.57 «ἕπεσθε μοίρᾳ; εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν «ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ «ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα· εἰ δέ μοι αἰτίαν «οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν 4.15.58 «ἀνελέσθαι τὰ ὅπλα.» ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο 4.15.59 καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο. κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν, ὃ ἐν Γαζοφύλοις ἦν, καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ' αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε. 4.16.1 Ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν 4.16.2 ὀλίγοις τισὶν ἔπεμψε. καὶ Σύμμαχος δὲ αὐτῷ καὶ ∆όμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχός τε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, ∆όμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, ᾧ δὴ ἐπέκειτο ἡ τιμὴ αὕτη. 4.16.3 ἐπειδή τε ἐς Καρχηδόνα κατέπλευσαν, τούς τε παρόντας σφίσι στρατιώτας ὁ Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία, οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὂν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ 4.16.4 τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους. μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενός τε ὡς τῶν πολεμίων ξυγγενεῖς ἢ ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλα τε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ' ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς 4.16.5 ἄρξαντας. ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ' ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς ὁ Γερμανὸς τῇ τε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάς τε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου, καθ' ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν. 4.16.6 ἐπεὶ δὲ ὁ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθε, κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσό4.16.7 μενοι ἐς Καρχηδόνα ἐσήλαυνον. καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. 4.16.8 Ἐν τούτῳ δὲ ὁ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειν τε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ 4.16.9 τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι. καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετό τε αὐτοὺς, ἤν που σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών· ταύτῃ τε αὐτοὺς μάλιστα ἐπιρρώσας 4.16.10 παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει. γενόμενός τε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξας τε ὡς 4.16.11 ἐς μάχην ἐξῆγε. καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι ὁ Στότζας εἶχε, ξυγκαλέσας 4.16.12 ἅπαντας ἔλεξε τοιάδε «Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ «ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε «τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἂν, οἶμαι, 4.16.13 «τῶν πάντων ἀντείποι· ὅς γε ὑμᾶς ἐξ ἀγροῦ