22
1.14.24 «θαρσοῦντες ἐφ' ἡμᾶς ἥκουσι. σφαλέντες δὲ καὶ νῦν «τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ «ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μά1.14.25 «λιστα δεδίττονται, ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ «πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων «οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ' ἄλλῳ οὐδενὶ ἔρχον»ται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας 1.14.26 «σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν. διὸ «δὴ ὅπλα μὲν, οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν «οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος, «προβέβληνται μόνον, ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων 1.14.27 «ἥκιστα βάλλωνται. οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε «τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον «Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, «ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.» 1.14.28 Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρα1.14.29 τιώτας διέταξαν. καὶ οἱ βάρβαροι παρ' αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν. 1.14.30 οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς 1.14.31 ἅπαντες μάχωνται. μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέ1.14.32 λευεν. αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο. Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει 1.14.33 παραστὰς εἶπεν «Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς «Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα· «ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν «ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου «ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν «ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτοὺς, ὡς «τὸ εἰκὸς, δράσομεν.» ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει. 1.14.34 Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα ἡ μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο 1.14.35 αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται. τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ 1.14.36 συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο. ἐν περιτροπῇ γὰρ ἀεὶ ἀκμῆτες ἐμάχοντο, αἴσθησιν τοῦ ποιουμένου τοῖς πολεμίοις ὡς ἥκιστα παρεχόμενοι, οὐ μέντοι οὐδὲ ὣς Ῥωμαῖοι τὸ ἔλασσον εἶχον. πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν οὐ 1.14.37 λίαν αὐτῶν τὰ τοξεύματα ἐνεργεῖν εἴα. ἐπεὶ δὲ ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει, τοῖς τε δόρασιν ἐς ἀλλήλους ἐχρῶντο καὶ ἡ μάχη ἔτι μᾶλλον ἐκ χειρὸς ἐγεγόνει. Ῥωμαίων δὲ κέρας τὸ ἀριστερὸν μάλιστα 1.14.38 ἔκαμνε. Καδισηνοὶ γὰρ, οἳ ταύτῃ ξὺν τῷ Πιτυάξῃ ἐμάχοντο, πολλοὶ ἐπιβεβοηθηκότες ἐξαπιναίως ἐτρέψαντό τε τοὺς πολεμίους καὶ φεύγουσιν ἐγκείμενοι ἰσχυρό1.14.39 τατα συχνοὺς ἔκτεινον. ὃ δὴ κατιδόντες οἱ ξὺν τῷ Σουνίκᾳ τε καὶ Ἀϊγὰν, δρόμῳ πολλῷ ἐπ' αὐτοὺς ᾔεσαν. πρῶτοι δὲ οἱ τριακόσιοι ξὺν τῷ Φάρᾳ Ἔρουλοι ἐξ ὑψηλοῦ κατὰ νώτου τῶν πολεμίων γενόμενοι ἔργα θαυμαστὰ ἔς τε τοὺς ἄλλους καὶ τοὺς Καδιση1.14.40 νοὺς ἐπεδείκνυντο. οἳ δὴ ἐπεὶ καὶ τοὺς ἀμφὶ τὸν Σουνίκαν πλαγίους ἤδη ἀνιόντας ἐπ' αὐτοὺς εἶδον, 1.14.41 ἐς φυγὴν ὥρμηντο. τῆς δὲ τροπῆς λαμπρᾶς γενομένης, ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν οἱ ταύτῃ Ῥωμαῖοι, 1.14.42 γέγονε φόνος τῶν βαρβάρων πολύς. καὶ αὐτῶν κατὰ κέρας τὸ δεξιὸν οὐχ ἥσσους ἢ τρισχίλιοι ἐν τούτῳ τῷ πόνῳ ἀπέθανον, οἱ δὲ λοιποὶ ἐς τὴν φάλαγγα μόλις 1.14.43 καταφυγόντες ἐσώθησαν. Ῥωμαῖοί τε οὐκέτι ἐδίωκον, ἀλλ' ἐν τῇ παρατάξει ἑκάτεροι ἔστησαν ἀντίοι