46
ἅτε λῃστήν τινα ἢ λωποδύτην, καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς εἰπεῖν 1.25.41 τὰ βεβιωμένα ἠνάγκαζον. καὶ τοῦ μὲν Εὐσεβίου φόνου αἴτιος Ἰωάννης οὐ λίαν ἐξελήλεγκτο, ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττο1.25.42 μένη. ἔπειτα δὲ τὰ χρήματα πάντα ἀφελόμενοι γυμνὸν ἐς τὴν ναῦν εἰσεβίβασαν, ἱμάτιον ἓν, καὶ τοῦτο τραχὺ κομιδῆ, ἀμπεχόμενον, ὀβολῶν ὠνηθὲν ὀλίγων τινῶν, οἵ τε αὐτὸν παραπέμποντες ὅπη ἂν ἡ ναῦς ὁρμισθείη ἐκέλευον ἄρτον ἢ ὀβολοὺς ἐκ τῶν προσπιπτόντων 1.25.43 αἰτεῖσθαι. οὕτω τε πτωχεύων πανταχόθι τῆς πορείας τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται. καὶ τρίτον 1.25.44 τοῦτο ἔτος αὐτὸν ἐνταῦθα καθείρξαντες τηροῦσιν. ὁ δὲ, καίπερ ἐν τοιούτοις γεγονὼς πάθεσιν, οὐδὲ τὴν τῆς βασιλείας ἐλπίδα μεθῆκεν, ἀλλὰ καὶ Ἀλεξανδρέων τινὰς, ἅτε τῷ δημοσίῳ χρυσίον ὀφείλοντας, διαβαλεῖν ἔγνω. Ἰωάννην μὲν οὖν τὸν Καππαδόκην δέκα ἐνιαυτοῖς ὕστερον αὕτη τῶν πεπολιτευμένων κατέλαβε τίσις. 1.26.1 Τότε δὲ βασιλεὺς στρατηγόν τε τῆς ἑῴας αὖθις Βελισάριον κατεστήσατο καὶ ἐς Λιβύην πέμψας τὴν χώραν ἔσχεν, ὥσπερ ἐν τοῖς ὄπισθεν λελέξεται 1.26.2 λόγοις. ὅπερ ἐπεὶ ἔς τε Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύνα1.26.3 μιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο. πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις, ξυγχαίρειν τε Ἰουστινιανῷ τῷ βασιλεῖ ἔφασκε καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδίλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν, εἰ μὴ αὐτῷ 1.26.4 Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ἀπεπέμψατο. 1.26.5 Ἐν δὲ πόλει ∆άρας τοιόνδε τι ξυνέβη γενέσθαι. Ἰωάννης τις ἦν ἐνταῦθα ἐν καταλόγῳ τεταγμένος πεζῶν· οὗτος οὐχ ἁπάντων οἱ ξυμφρονούντων στρατιωτῶν, ἀλλ' ὀλίγων τινῶν, τυραννίδι ἐπιθέμενος τὴν 1.26.6 πόλιν ἔσχεν. ἔν τε παλατίῳ καθήμενος ὥσπερ ἐν ἀκροπόλει, τὴν τυραννίδα ἐκρατύνετο ἡμέρᾳ ἑκάστῃ. 1.26.7 καὶ εἰ μὴ Πέρσας ἔχεσθαι εἰρήνης ἐς τοὺς Ῥωμαίους τηνικαῦτα ξυνέβη, ἀνήκεστα ἂν ἐνθένδε Ῥωμαίοις ἐγεγόνει κακά. νῦν δὲ τοῦτο ἐκώλυσε φθά1.26.8 σασα, ὥσπερ μοι ἐρρήθη, ἡ ξύμβασις. ἡμέρᾳ δὲ ἀπὸ τῆς τυραννίδος τετάρτῃ ξυμφρονήσαντες στρατιῶται, γνώμῃ Μάμαντός τε τοῦ τῆς πόλεως ἱερέως καὶ Ἀναστασίου τῶν δοκίμων τινὸς πολιτῶν, ἐς τὸ παλάτιον μεσημβρίας ἀκμαζούσης ἀνέβησαν, κρύψας ἕκαστος 1.26.9 ὑπὸ τῷ ἱματίῳ ξιφίδιον. καὶ πρῶτα μὲν ἐν τῇ μεταύλῳ θύρᾳ τῶν δορυφόρων εὑρόντες ὀλίγους τινὰς εὐθὺς ἔκτειναν. ἔπειτα δὲ καὶ εἰς τὸν ἀνδρῶνα ἐσβάντες τοῦ τυράννου ἥπτοντο· τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι, ἀλλ' αὐτῶν ἔτι μελλόντων τε ἐν τῇ μεταύλῳ καὶ κατωρρωδηκότων τὸν κίνδυνον, τῶν τινα ἀλλαντοπωλῶν ξὺν αὐτοῖς ὄντα ἐσπηδῆσαί τε ξὺν τῇ κοπίδι καὶ τῷ Ἰωάννῃ ἐντυχόντα ἀπροσδο1.26.10 κήτως παῖσαι. καὶ τὸν οὐ πληγέντα μὲν καιρίαν πληγὴν, ξὺν θορύβῳ δὲ πολλῷ φεύγοντα, ἐς τούτους δὴ 1.26.11 τοὺς στρατιώτας ἐμπεσεῖν ἄφνω. οὕτω τε τοῦ ἀνθρώπου αὐτοὺς ἁψαμένους πυρὶ μὲν αὐτίκα τὸ παλάτιον ὑφάψαντας καῦσαι, ὡς μή τις ἐλπὶς ἐνθένδε ἀπολειφθείη τοῖς τὰ νεώτερα πράγματα πράσσουσιν, αὐτὸν 1.26.12 δὲ ἐς τὸ δεσμωτήριον ἀπαγαγόντας δῆσαι. καὶ αὐτῶν τινα δείσαντα μὴ οἱ στρατιῶται περιεῖναι τὸν τύραννον γνόντες πράγματα τῇ πόλει αὖθις παράσχωνται, κτεῖναί τε τὸν Ἰωάννην, καὶ τούτῳ δὴ τῷ τρόπῳ τὴν ταραχὴν παῦσαι. τὰ μὲν οὖν ἀμφὶ ταύτῃ τῇ τυραννίδι τῇδε ἐχώρησεν. 2.τ.1 ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. 2.1.1 Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ὁ Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ βασιλεῖ προσποιεῖν ἤρξατο, οὐκέτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν, ὅπως δὴ λόγῳ 2.1.2 τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν. ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορί2.1.3 ζεσθαι πολέμου αἰτίας. ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε