228
5.29.28 πράγματα ἔσφηλαν. ἐπιμιξίᾳ γὰρ τῇ ἐκείνων ἐς ἀταξίαν πολλὴν οἱ στρατιῶται ἐμπεπτωκότες, καίπερ σφίσι Βαλεντίνου πολλὰ ἐγκελευομένου, τῶν παραγγελλο5.29.29 μένων ἥκιστα ἤκουον. διόπερ οὐδὲ τοῖς φεύγουσιν ἐπισπόμενοί τινα ἔκτεινον, ἀλλ' ἐν τοῖς λόφοις ἡσυχάζοντας ἀδεῶς τὰ ποιούμενα θεᾶσθαι ξυνεχώρησαν. 5.29.30 οὐδὲ τὴν ἐκείνῃ διελεῖν γέφυραν ἐν νῷ ἐποιήσαντο, ὅπως τὸ λοιπὸν ἡ πόλις μὴ ἑκατέρωθεν πολιορκοῖτο, τῶν βαρβάρων ἔτι ὑπὲρ ποταμὸν Τίβεριν ἐνστρατοπε5.29.31 δεύεσθαι οὐκ ἂν δυναμένων. οὐ μὴν οὐδὲ τὴν γέφυραν διαβάντες κατὰ νώτου τῶν ἐναντίων ἐγένοντο, οἳ τοῖς ἀμφὶ Βελισάριον ταύτῃ ἐμάχοντο. ὅπερ εἰ ἐγεγόνει, οὐκ ἂν ἔτι, οἶμαι, οἱ Γότθοι πρὸς ἀλκὴν ἔβλεπον, ἀλλ' ἐς φυγὴν αὐτίκα μάλα ἐτράποντο, ὡς 5.29.32 ἕκαστός πη ἐδύνατο. νῦν δὲ καταλαβόντες τὸ τῶν πολεμίων χαράκωμα ἐς ἁρπαγὴν τῶν χρημάτων ἐτράποντο, καὶ πολλὰ μὲν ἐνθένδε ἀργυρώματα, πολλὰ δὲ 5.29.33 ἄλλα χρήματα ἔφερον. οἱ δὲ βάρβαροι χρόνον μέν τινα θεώμενοι τὰ ποιούμενα ἡσύχαζόν τε καὶ αὐτοῦ ἔμενον, τέλος δὲ ξυμφρονήσαντες θυμῷ τε πολλῷ καὶ 5.29.34 κραυγῇ ἐχόμενοι ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν. εὑρόντες δὲ ἀνθρώπους κόσμῳ οὐδενὶ τὰ σφέτερα ληϊζομένους ἔκτεινάν τε συχνοὺς καὶ τοὺς λοιποὺς κατὰ τάχος ἐξήλασαν. ὅσοι γὰρ ἐγκαταληφθέντες αὐτῶν οὐ διεφθάρησαν, ἀπὸ τῶν ὤμων τὰ χρήματα ῥίψαντες ἄσμενοι ἔφευγον. 5.29.35 Ἐν ᾧ δὲ ταῦτα ἐν Νέρωνος πεδίῳ ἐγίνετο, ἐν τούτῳ ὁ ἄλλος τῶν βαρβάρων στρατὸς ἄγχιστα τῶν σφετέρων στρατοπέδων ταῖς ἀσπίσι φραξάμενοι τοὺς ἐναντίους καρτερῶς ἠμύναντο, καὶ πολλοὺς μὲν ἄνδρας, 5.29.36 ἵππους δὲ πολλῷ πλείους διέφθειρον. ἐπεὶ δὲ Ῥωμαίων οἱ μὲν τραυματίαι γεγενημένοι, οἱ δὲ τῶν ἵππων σφίσι διαφθαρέντων ἐξέλιπον τὴν παράταξιν, ἐν ὀλίγῃ καὶ πρότερον τῇ στρατιᾷ οὔσῃ ἔτι μᾶλλον ἡ ὀλιγανθρωπία διαφανὴς ἦν, πολύ τε τὸ διαλλάσσον 5.29.37 τοῦ τῶν Γότθων ὁμίλου ἐφάνη. ἅπερ ἐν νῷ λαβόντες οἱ τῶν βαρβάρων ἱππεῖς ἐκ τοῦ δεξιοῦ κέρως ἐπὶ τοὺς κατ' αὐτοὺς πολεμίους ἐχώρησαν δρόμῳ. ὧν δὴ τὰ δόρατα οὐκ ἐνεγκόντες οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν 5.29.38 ὥρμηντο καὶ ἐς τῶν πεζῶν τὴν φάλαγγα ἧκον. οὐ μὴν οὐδὲ οἱ πεζοὶ τοὺς ἐπιόντας ὑφίσταντο, ἀλλὰ ξὺν τοῖς ἱππεῦσιν οἱ πολλοὶ ἔφευγον. αὐτίκα δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ὑπεχώρει, ἐγκειμένων σφίσι τῶν πολεμίων, καὶ ἡ τροπὴ κατὰ κράτος ἐγίνετο. 5.29.39 Πριγκίπιος δὲ καὶ Ταρμοῦτος ξὺν ὀλίγοις τισὶ τῶν ἀμφ' αὑτοὺς πεζῶν ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια ἐς 5.29.40 αὐτούς. μαχομένους τε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν. καὶ ἀπ' αὐτοῦ οἵ τε ἄλλοι πεζοὶ καὶ τῶν ἱππέων οἱ πλεῖστοι 5.29.41 ἀδεέστερον διεσώθησαν. Πριγκίπιος μὲν οὖν, κρεουργηθεὶς τὸ σῶμα ὅλον, αὐτοῦ ἔπεσε, καὶ πεζοὶ ἀμφ' 5.29.42 αὐτὸν τεσσαράκοντα καὶ δύο. Ταρμοῦτος δὲ δύο ἀκόντια Ἰσαυρικὰ ἐν ἀμφοτέραις ταῖς χερσὶν ἔχων, νύττων τε ἀεὶ τοὺς ἐπιόντας ἐπιστροφάδην, ἐπειδὴ κοπτόμενος τὸ σῶμα ἀπεῖπεν, Ἔννου τἀδελφοῦ ξὺν ἱππεῦσί τισιν ἐπιβεβοηθηκότος, ἀνέπνευσέ τε καὶ δρόμῳ ὀξεῖ λύθρου τε καὶ πληγῶν ἔμπλεως ἐπὶ τὸν περίβο5.29.43 λον οὐδέτερον τῶν ἀκοντίων ἀποβαλὼν ᾔει. ποδώκης δὲ ὢν φύσει διαφυγεῖν ἴσχυσε, καίπερ οὕτω τοῦ σώματος ἔχων, παρ' αὐτάς τε τὰς Πιγκιανὰς πύλας ἐλθὼν ἔπεσε. καὶ αὐτὸν τετελευτηκέναι δόξαντα ὑπὲρ ἀσπί5.29.44 δος ἄραντες τῶν τινες ἑταίρων ἐκόμισαν. ὁ δὲ ἡμέρας δύο ἐπιβιοὺς ἐτελεύτησε, λόγον αὑτοῦ πολὺν ἔν τε 5.29.45 Ἰσαύροις καὶ τῷ ἄλλῳ στρατοπέδῳ ἀπολιπών. πεφοβημένοι τε ἤδη Ῥωμαῖοι φρουρᾶς τῆς ἐν τῷ τείχει ἐπεμελοῦντο καὶ τὰς πύλας ἐπιθέντες ξὺν θορύβῳ πολλῷ τῇ πόλει τοὺς φεύγοντας οὐκ ἐδέχοντο, δεδιό5.29.46 τες μὴ ξυνεισβάλλωσιν αὐτοῖς οἱ πολέμιοι. καὶ αὐτῶν ὅσοι οὐκ ἔφθασαν τοῦ περιβόλου ἐντὸς γεγενημένοι, τὴν τάφρον διαβάντες καὶ τῷ τείχει τὰ νῶτα ἐρείσαντες, ἔτρεμόν τε καὶ πάσης ἀλκῆς ἐπιλελησμένοι εἱστήκεισαν ἀμύνεσθαί τε τοὺς βαρβάρους ἥκιστα ἴσχυον, καίπερ ἐγκειμένους τε καὶ τὴν τάφρον ὑπερβῆναι