69
μὲν οὖν Ἀντιοχέων πάθος τῇδε ἐχώρησε. 2.14.8 Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον ἐξ Ἰταλίας μετάπεμπτος ἦλθε, καὶ αὐτὸν διαχειμάσαντα ἐν Βυζαντίῳ στρατηγὸν ἐπί τε Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ βασιλεὺς ἔπεμψεν ἄρχοντάς τε τοὺς ἐξ Ἰταλίας ξὺν αὐτῷ ἥκοντας, ὧν δὴ ἕνα Βαλεριανὸν ἡγεῖ2.14.9 σθαι τῶν ἐν Ἀρμενίοις καταλόγων ἐκέλευε. Μαρτῖνος γὰρ ἔτυχεν εὐθὺς εἰς τὴν ἑῴαν σταλεὶς, καὶ διὰ τοῦτο Χοσρόης αὐτὸν, ὡς προδεδήλωται, ἐς ∆άρας εὗρε. 2.14.10 τῶν δὲ Γότθων Οὐίττιγις μὲν ἐν Βυζαντίῳ ἔμεινεν, οἱ δὲ λοιποὶ ξύμπαντες ἐπὶ Χοσρόην σὺν Βελισαρίῳ 2.14.11 ἐστράτευσαν. τότε τῶν Οὐιττίγιδος πρέσβεων ἅτερος μὲν, ὅσπερ τοῦ ἐπισκόπου ὀνόματος ἐπεβάτευεν, ἐν τοῖς Περσῶν ἤθεσι θνήσκει, ὁ δὲ δὴ ἕτερος αὐτοῦ 2.14.12 ἔμεινεν. ὅστις δὲ αὐτοῖς ἑρμηνεὺς εἵπετο, ἀνεχώρησεν ἐς Ῥωμαίων τὴν γῆν, καὶ αὐτὸν Ἰωάννης, ὃς τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἦρχεν, ἀμφὶ τὰ Κωνσταντίνης ὅρια ξυλλαβὼν ἔς τε τὴν πόλιν εἰσαγαγὼν ἐν δεσμωτηρίῳ καθεῖρξεν, ὅσπερ οἱ ἐνταῦθα ἅπαντα ἀνα2.14.13 πυνθανομένῳ τὰ πεπραγμένα ἐξήνεγκε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. Βελισάριος δὲ ξὺν τοῖς ἑπομένοις κατὰ τάχος ᾔει, προτερῆσαι ἐν σπουδῇ ἔχων, πρίν τινα ὁ Χοσρόης ἐσβολὴν αὖθις ποιήσεται ἐς Ῥωμαίων τὴν γῆν. 2.15.1 Ἐν τούτῳ δὲ ὁ Χοσρόης ἐπὶ Κολχίδα τὸν στρατὸν ἦγε, Λαζῶν αὐτὸν ἐπαγομένων ἐξ αἰτίας 2.15.2 τοιᾶσδε. Λαζοὶ τὰ μὲν πρῶτα γῆν τὴν Κολχίδα ᾤκουν, Ῥωμαίων κατήκοοι ὄντες, οὐ μέντοι ἐς φόρου ἀπαγωγὴν, οὐδέ τι ἄλλο ἐπαγγέλλουσιν αὐτοῖς ἐπακούοντες, πλήν γε δὴ ὅτι, ἐπειδὰν αὐτοῖς ὁ βασιλεὺς τελευτήσειε, ξύμβολα τῆς ἀρχῆς τῷ διαδεξομένῳ τὴν βασιλείαν ὁ 2.15.3 Ῥωμαίων βασιλεὺς ἔπεμπε. τὰ δὲ τῆς χώρας ὅρια ξὺν τοῖς ἀρχομένοις ἐς τὸ ἀκριβὲς διεφύλασσεν, ὅπως δὴ μὴ Οὖννοι πολέμιοι ἐξ ὄρους τοῦ Καυκάσου, ὁμόρου σφίσιν ὄντος, διὰ Λαζικῆς πορευόμενοι ἐσβάλλωσιν ἐς 2.15.4 γῆν τὴν Ῥωμαίων. ἐφύλασσον δὲ οὔτε αὐτοὶ χρήματα ἢ στρατιὰν πρὸς Ῥωμαίων δεχόμενοι οὔτε Ῥωμαίοις πη ξυστρατεύοντες, ἐπ' ἐμπορίᾳ δὲ τῇ κατὰ θάλασσαν πρὸς Ῥωμαίους ἀεὶ τοὺς ἐν πόντῳ ᾠκημένους ἐργα2.15.5 ζόμενοι. αὐτοὶ μὲν γὰρ οὔτε ἅλας οὔτε σῖτον οὔτε ἄλλο τι ἀγαθὸν ἔχουσι, δέρρεις δὲ καὶ βύρσας καὶ ἀνδράποδα παρεχόμενοι τὰ σφίσιν ἐπιτήδεια ἐκομί2.15.6 ζοντο. ἐπειδὴ δὲ τὰ ἀμφὶ Γουργένει τῷ Ἰβήρων βασιλεῖ γενέσθαι ξυνέπεσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, στρατιῶται Ῥωμαίων ἐπιχωριάζειν Λαζοῖς ἤρξαντο, οἷς δὴ οἱ βάρβαροι οὗτοι ἤχθοντο, καὶ πάντων μάλιστα Πέτρῳ τῷ στρατηγῷ, ἐπηρεάζειν 2.15.7 τοῖς ἐντυγχάνουσιν εὐπετῶς ἔχοντι. ὁ δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἣ ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης ἅλωσιν ξὺν τῷ Κέλερος στρατῷ ἐσέβαλλεν ἐς τὴν Περσῶν γῆν. φιλανθρωπίᾳ δὲ πολλῇ χρωμένου τοῦ κεκτημένου ἐς αὐτὸν 2.15.8 ἐς γραμματιστοῦ ἐφοίτησε. καὶ τὰ μὲν πρῶτα Ἰουστίνου γραμματεὺς γέγονεν, ἐπεὶ δὲ Ἀναστασίου τετελευτηκότος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε Ῥωμαίων, ὁ Πέτρος στρατηγὸς γεγονὼς ἔς τε φιλοχρηματίαν εἴπερ τις ἄλλος ἐξώκειλε καὶ ἀβελτερίᾳ πολλῇ ἐς ἅπαντας ἐχρῆτο. 2.15.9 Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς ἄλλους τε ἐς Λαζικὴν ἄρχοντας ἔπεμψε καὶ Ἰωάννην, ὃν Τζίβον ἐκάλουν, ἄνδρα ἐξ ἀφανῶν μὲν καὶ ἀδόξων ἀρχὴν γεγονότα, ἐς στρατηγίαν δὲ ἀναβεβηκότα κατ' ἄλλο οὐδὲν ἢ ὅτι πονηρότατός τε ἦν ἀνθρώπων ἁπάντων καὶ πόρους χρημάτων ἀδίκους ἱκανώτατος ἐξευρεῖν. ὃς δὴ ἅπαντα ἔσφηλέ τε καὶ συνετάραξε τὰ Ῥωμαίων 2.15.10 τε καὶ Λαζῶν πράγματα. οὗτος καὶ βασιλέα Ἰουστινιανὸν πόλιν ἀνέπεισεν ἐπιθαλασσίαν, Πέτραν ὄνομα, ἐν Λαζοῖς δείμασθαι· ἐνταῦθά τε ὥσπερ ἐν ἀκροπόλει καθήμενος ἦγέ τε καὶ ἔφερε τὰ Λαζῶν πράγματα. 2.15.11 τούς τε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἢ ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ' ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλός τε καὶ ξυμπάσης