374
βουλὴν καὶ τὸν γάμον αὐτίκα τῇ μνηστῇ ἀπειπὼν τῇ μητρυιᾷ 8.20.22 ξυνοικίζεται. ἐπειδὴ δὲ ταῦτα ἡ τοῦ Ῥαδίγιδος μνηστὴ ἔμαθεν, οὐκ ἐνεγκοῦσα τὴν τοῦ πράγματος συμφορὰν, τίσασθαι αὐτὸν τῆς εἰς αὐτὴν ὕβρεως ὥρμητο. 8.20.23 τίμιον γὰρ οὕτω τοῖς ἐκείνῃ βαρβάροις σωφροσύνη νομίζεται εἶναι, ὥστε δὴ μόνου παρ' αὐτοῖς ξυντετυχηκότος ὀνόματος γάμου, μὴ ἐπιγενομένου τοῦ ἔργου, 8.20.24 δοκεῖ πεπορνεῦσθαι γυνή. τὰ μὲν οὖν πρῶτα πέμψασα πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς ἀνεπυνθάνετο ὅτου δὴ ὑβρίσειεν ἐς αὐτὴν ἕνεκα, οὔτε πεπορνευμένην οὔτε τι ἄλλο εἰργασμένην εἰς 8.20.25 αὐτὸν ἄχαρι. ἐπεὶ δὲ ἀνύτειν οὐδὲν ταύτῃ ἐδύνατο, τὸ ἀρρενωπὸν ἀνελομένη ἐπὶ πολέμια ἔργα ἐχώρει. 8.20.26 ναῦς οὖν αὐτίκα τετρακοσίας ἀγείρασα στράτευμά τε αὐταῖς ἐνθεμένη οὐχ ἧσσον ἢ μυριάδων δέκα μαχίμων ἀνδρῶν, αὐτὴ ἐξηγεῖτο ἐπὶ τοὺς Οὐάρνους τῇ στρατιᾷ 8.20.27 ταύτῃ. ἐπήγετο δὲ καὶ τῶν ἀδελφῶν τῶν ἑαυτῆς ἕνα, ξυνδιοικησόμενον αὐτῇ τὰ παρόντα, οὐχ ὡς μέντοι τὴν βασιλείαν ἔχειν, ἀλλ' ἔτι ἐν ἰδιώτου τελοῦντα 8.20.28 μοίρᾳ. ἄλκιμοι δέ εἰσι πάντων μάλιστα βαρβάρων ὧν ἡμεῖς ἴσμεν οἱ νησιῶται οὗτοι, ἔς τε τὰς ξυμβολὰς 8.20.29 πεζοὶ ἴασιν. οὐ γὰρ ὅσον εἰσὶ τοῦ ἱππεύεσθαι ἀμελέτητοι, ἀλλ' οὐδὲ ἵππον ὅ τι ποτέ ἐστιν ἐπίστασθαι σφίσι ξυμβαίνει, ἐπεὶ ἵππον ἐν ταύτῃ τῇ νήσῳ οὐδὲ ὅσα κατ' εἰκόνα θεῶνται. οὐ γάρ ποτε τὸ ζῷον τοῦτο 8.20.30 ἔν γε Βριττίᾳ γεγονὸς φαίνεται. εἰ δέ ποτε αὐτῶν τισιν ἐπὶ πρεσβείᾳ ἢ ἄλλου του ἕνεκα Ῥωμαίοις ἢ Φράγγοις ἢ ἄλλῳ τῳ ἵππους ἔχοντι ἐπιχωριάσασθαι ξυμβαίη, ἐνταῦθά τε ἵπποις ὀχεῖσθαι αὐτοῖς ἐπάναγκες εἴη, ἀναθρώσκειν μὲν ἐπ' αὐτοὺς οὐδεμιᾷ μηχανῇ ἔχουσιν, ἕτεροι δὲ αὐτοὺς μετεωρίζοντες ἄνθρωποι ἐπὶ τοὺς ἵππους ἀναβιβάζουσιν, ἀπαλλάσσεσθαί τε βουλομένους ἐνθένδε αὖθις αἴροντες ἐπὶ τῆς γῆς 8.20.31 κατατίθενται. οὐ μὴν οὐδὲ Οὔαρνοι ἱππόται εἰσὶν, ἀλλὰ πεζοὶ καὶ αὐτοὶ ἅπαντες. οὗτοι μὲν οὖν οἱ βάρβαροι τοιοίδε εἰσί. περίνεως δὲ οὐκ ἦν ἐν τούτῳ τῷ στόλῳ, ἀλλ' αὐτερέται πάντες. οὐδὲ ἱστία τούτοις δὴ τοῖς νησιώταις τυγχάνει ὄντα, ἀλλ' ἐρέσσοντες ἀεὶ ναυτίλλονται μόνον. 8.20.32 Ἐπειδὴ δὲ κατέπλευσαν εἰς τὴν ἤπειρον, παρθένος μὲν, ἥπερ αὐτῶν ἦρχε, χαράκωμα ἐχυρὸν πηξαμένη παρ' αὐτὴν μάλιστα τὴν ἐκβολὴν ποταμοῦ Ῥήνου ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔμενε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ τὸν ἀδελφὸν ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι κελεύει. 8.20.33 ἐστρατοπεδεύοντο δὲ Οὔαρνοι τότε τῆς τε Ὠκεανοῦ ἠϊόνος καὶ Ῥήνου ἐκβολῆς οὐ πολλῷ ἄποθεν. οὗ δὴ ἀφικομένων κατὰ τάχος Ἀγγίλων ξυνέμιξαν μὲν ἀμφότεροι ἐς χεῖρας ἀλλήλοις, ἡσσῶνται δὲ κατὰ κράτος 8.20.34 Οὔαρνοι. καὶ αὐτῶν πίπτουσι μὲν πολλοὶ ἐν τούτῳ τῷ πόνῳ, οἱ λοιποὶ δὲ ξὺν τῷ βασιλεῖ ἐς ὑπαγωγὴν τρέπονται ἅπαντες, οἵ τε Ἀγγίλοι τὴν δίωξιν ἐπ' αὐτοὺς δι' ὀλίγου πεποιημένοι, ᾗ θέμις πεζοῖς, ἐς τὸ 8.20.35 στρατόπεδον ἀπεχώρησαν. οὕσπερ ἐκάκιζεν ἐπανήκοντας ἐς αὐτὴν ἡ παρθένος, τῷ τε ἀδελφῷ ἐλοιδορεῖτο πικρότατα, οὐδὲν τῇ στρατιᾷ λόγου ἄξιον ἰσχυριζομένη πεπρᾶχθαι, ἐπεὶ μὴ ἀγάγοιεν αὐτῇ ζῶντα Ῥάδιγιν. 8.20.36 καὶ αὐτῶν ἀπολεξαμένη τοὺς μάλιστα μαχιμωτάτους εὐθὺς ἔστειλεν, ἀπαγγείλασα δορυάλωτον ἀγαγεῖν τὸν 8.20.37 ἄνδρα μηχανῇ πάσῃ. οἱ δὲ τὴν αὐτῆς ἐπιτελοῦντες ἐπίταξιν περιήρχοντο διερευνώμενοι ξύμπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐκείνῃ χωρία, ἕως ἐν ὕλῃ ἀμφιλαφεῖ κρυπτόμενον Ῥάδιγιν εὗρον· δήσαντές τε αὐτὸν τῇ 8.20.38 παιδὶ ἀπεκόμισαν. καὶ ὁ μὲν αὐτῆς ἐν ὀφθαλμοῖς εἱστήκει, τρέμων τε καὶ τεθνήξεσθαι αὐτίκα δὴ μάλα ὑποτοπάζων θανάτῳ οἰκτίστῳ· ἡ δὲ αὐτὸν ἐκ τοῦ παραδόξου οὔτε ἀπέκτεινεν οὔτε τι ἄλλο ἄχαρι ἔδρασεν, ἀλλὰ ὀνειδίσασα τὴν ἐς αὐτὴν ὕβριν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα ἠλογηκὼς τὰ ξυγκείμενα ἑτέρᾳ γυναικὶ ἐς εὐνὴν ξυνέλθοι, καὶ ταῦτα οὐ πεπορ8.20.39 νευμένης αὐτῷ τῆς μνηστῆς. καὶ ὃς τὴν αἰτίαν ἀπολογούμενος τὰς τοῦ πατρὸς ἐντολὰς καὶ τὴν τῶν ἀρχομένων σπουδὴν προὔφερεν, ἱκεσίους τε προὐτείνετο λόγους καὶ λιταῖς ἀνέμισγε τὴν ἀπολογίαν πολλαῖς, 8.20.40 ἐς τὴν ἀνάγκην ἀναφέρων τὸ ἔγκλημα. βουλομένῃ τε αὐτῇ