287
Γότθοις ἐνδιδόντας μεγάλων ἀπηλλάχθαι κακῶν. ἀδύνατον γὰρ βασιλέα τὸ λοιπὸν ἄλλην σφίσιν ἐπικουρίαν πέμψαι, ἀλλ' ἐπὶ τῷ στόλῳ τούτῳ πᾶσαν αὐτοῖς τήν τε δύναμιν καὶ τὴν ἐλπίδα διολωλέναι. ∆ημήτριος 7.7.10 μὲν τοσαῦτα εἶπεν, ὅσα Τουτίλας ἐκέλευεν. οἱ δὲ πολιορκούμενοι τῷ τε λιμῷ ἤδη καὶ τῇ ἄλλῃ ἀπορίᾳ ὑπερφυῶς πιεζόμενοι, ἐπεὶ τό τε πάθος ∆ημητρίου εἶδον καὶ τοὺς λόγους ἅπαντας ἤκουσαν, ἀπογνόντες ἐλπίδος ἁπάσης ἔς τε οἰμωγὰς καὶ ἀμηχανίαν ἐνέπιπτον, ἦν τε ἡ πόλις θορύβου πολλοῦ καὶ κωκυτοῦ ἔμπλεως. 7.7.11 Μετὰ δὲ καὶ Τουτίλας αὐτοὺς ξυγκαλέσας ἐς τὰς ἐπάλξεις ἔλεξε τοιάδε «Οὐδεμίαν αἰτίαν ἢ μέμψιν ἐς «ὑμᾶς ἔχοντες, ἄνδρες Νεαπολῖται, τανῦν ἐς πολιορκίαν «τήνδε κατέστημεν, ἀλλ' ὅπως ἐχθίστων ὑμᾶς ἀπαλλά»ξαντες δεσποτῶν οἷοί τε ὦμεν τάς τε χάριτας ὑμῖν ἐκτιν»νύναι, ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ 7.7.12 «τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε. μόνους «γὰρ Ἰταλιωτῶν ὑμᾶς ἁπάντων εὔνοιάν τε τὴν μεγίστην «ἐς Γότθων τὸ ἔθνος ἐπιδεδεῖχθαι καὶ ἀκουσίους μά»λιστα ὑπὸ τοῖς ἐναντίοις γεγενῆσθαι ξυμβέβηκεν. 7.7.13 «ὥστε καὶ νῦν πολιορκεῖν ὑμᾶς ξὺν ἐκείνοις ἠναγκασ»μένοι τὸ πιστὸν ὑμῶν, ὡς τὸ εἰκὸς, αἰσχυνόμεθα, «καίπερ οὐκ ἐπὶ τῷ πονηρῷ Νεαπολιτῶν τὴν προσε7.7.14 «δρείαν ποιούμενοι. μὴ τοίνυν ἀχθόμενοι τοῖς ἐκ τῆς «πολιορκίας δεινοῖς Γότθους οἴεσθε δεῖν δι' ὀργῆς «ἔχειν. οἱ γὰρ τοὺς φίλους εὐεργετεῖν ἐπειγόμενοι «οὐδεμίαν αἰτίαν εἰσὶν ἄξιοι πρὸς αὐτῶν φέρεσθαι, «κἂν μὴ διὰ τῶν πρὸς ἡδονὴν ἀναγκάζωνται τὴν πρὸς 7.7.15 «αὐτοὺς διαπράσσεσθαι χάριν. τῶν δὲ πολεμίων ὡς «ἥκιστα ὑμᾶς δέος εἰσίτω, μηδὲ τοῖς προλαβοῦσιν «ἠγμένοι κρατήσειν αὐτοὺς ἡμῶν οἴεσθε. τὰ γὰρ τοῦ «βίου παράλογα τύχῃ τινὶ παρὰ δόξαν ἐλθόντα τῷ 7.7.16 «χρόνῳ αὖθις καταρρεῖν εἴωθεν. οὕτω δὲ ὑμῖν εὖνοι «καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας «κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν «γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, «πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας· καὶ ὑπὲρ τού»των ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι 7.7.17 «οὐδὲν κωλύσει.» Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ 7.7.18 ἐπίεζε. πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν. 7.7.19 Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ' ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι. πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι. 7.7.20 ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν (λίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ) ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. 7.8.1 Ἐπειδὴ δὲ Νεάπολιν Τουτίλας εἷλε, φιλανθρωπίαν ἐς τοὺς ἡλωκότας ἐπεδείξατο οὔτε πολεμίῳ 7.8.2 οὔτε βαρβάρῳ ἀνδρὶ πρέπουσαν. τοὺς μὲν γὰρ Ῥωμαίους λιμῷ νενοσηκότας λαβὼν, οἷς δὴ ὑπ' αὐτοῦ καὶ ἡ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει, δείσας μὴ βρώσεως ἐκ τοῦ αἰφνιδίου ἐς κόρον ἐλθόντες, ὡς 7.8.3 τὸ εἰκὸς, ἀποπνιγεῖεν, ἐπενόει τάδε. φυλακὰς ἔν τε τῷ λιμένι καὶ ταῖς πύλαις καταστησάμενος ἐκέλευε μη7.8.4 δένα πη ἐνθένδε ἰέναι. αὐτὸς δὲ ἅπασι μικρολογίᾳ τινὶ προμηθεῖ ἐνδεεστέρως ἢ κατὰ τὴν ἐπιθυμίαν τὰ σιτία παρείχετο, προσεπιβάλλων ἡμέρᾳ ἑκάστῃ τοσοῦτον τοῦ μέτρου ὅσον οὐ δοκεῖν αἴσθησίν τινα τῶν ἐντι7.8.5 θεμένων ἐς ἀεὶ γίγνεσθαι. οὕτω τε αὐτοῖς ἐπιρρώσας τὴν δύναμιν καὶ τὰς πύλας ἀναπετάσας ἕκαστον ὅπη 7.8.6 βούλοιτο ἀφῆκεν ἰέναι. Κόνωνα δὲ καὶ τοὺς ξὺν αὐτῷ στρατιώτας, ὅσους δὴ αὐτοῦ μένειν ἥκιστα ἤρεσκεν, ἐς ναῦς ἐμβιβάσας πλεῖν κατ' ἐξουσίαν ἐκέλευε. καὶ οἱ μὲν αἰσχύνην σφίσι φέρειν οἰόμενοι τὴν ἐς Βυζάντιον ἀναχώρησιν, πλεῖν κατὰ τάχος ἐπὶ Ῥώμης διε7.8.7