67
Ἐδεσσηνοὺς ᾔτει. οἱ δὲ ἀμφὶ τῇ πόλει μὲν δεδιέναι ἥκιστα ἔφασκον, ὅπως δὲ μὴ τοῖς χωρίοις λυμήνηται, ὡμολόγησαν δύο χρυσοῦ κεντηνάρια δώσειν. καὶ ὃς τά τε χρήματα ἔλαβε καὶ διεσώσατο τὰ ξυγκείμενα. 2.13.1 Τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ 2.13.2 καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα. ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον, τούς τε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν. 2.13.3 ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων 2.13.4 κατὰ λόγον τῆς οὐσίας κατέθετο. εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο 2.13.5 δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν. ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. 2.13.6 Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώ2.13.7 τους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει. Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι· ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοὶ, ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες. 2.13.8 Καὶ μὴν καὶ Κωνσταντινιέων χρήματα διδόντων ἐδέξατο, καίπερ φάσκων οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν. ἐπειδὴ γὰρ Καβάδης Ἀμίδαν εἷλεν, Ἔδεσσάν 2.13.9 τε καὶ Κωνσταντίναν ἐξελεῖν ἤθελεν. ἀλλ' Ἐδέσσης μὲν ἀγχοῦ γενόμενος τῶν μάγων ἀνεπυνθάνετο εἴ οἱ ἁλώσιμος ἡ πόλις ἔσται, δείξας τῇ δεξιᾷ χειρὶ τὸ 2.13.10 χωρίον αὐτοῖς. οἱ δὲ αὐτῷ τὴν πόλιν ἁλώσεσθαι οὐδεμιᾷ μηχανῇ ἔλεγον, τεκμαιρόμενοι, ὅτι δὴ τὴν δεξιὰν αὐτῇ χεῖρα προτείνας, οὐχ ἁλώσεως ταύτῃ οὐδὲ ἄλλου ὁτουοῦν χαλεποῦ ξύμβολον, ἀλλὰ σωτηρίας διδοίη. 2.13.11 καὶ ὃς ταῦτα ἀκούσας, ἐπείθετό τε καὶ ἐπῆγεν ἐπὶ 2.13.12 Κωνσταντίναν τὸ στράτευμα. ἐνταῦθα δὲ ἀφικόμενος ἐνστρατοπεδεύεσθαι παντὶ τῷ στρατῷ ὡς πολιορκήσων 2.13.13 ἐπέστελλεν. ἦν δὲ Κωνσταντίνης ἱερεὺς τότε Βαράδοτος, ἀνὴρ δίκαιός τε καὶ τῷ θεῷ ἐς τὰ μάλιστα φίλος, καὶ ἀπ' αὐτοῦ ἐνεργοῦσαν ἐς ὅ τι βούλοιτο ἀεὶ τὴν εὐχὴν ἔχων· οὗ καὶ τὸ πρόσωπον ἰδὼν ἄν τις εὐθὺς εἴκασεν ὅτι δὴ τῷ θεῷ ἐνδελεχέστατα κεχα2.13.14 ρισμένος ὁ ἀνὴρ εἴη. οὗτος ὁ Βαράδοτος τηνικαῦτα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόν τε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως, ἣ οὔτε λόγου ἀξία ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὔτε στρατιωτῶν φρουρὰν ἔχουσα οὔτε ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς 2.13.15 οἰκήτορας μόνους, ἀνθρώπους οἰκτρούς. ὁ μὲν ταῦτα εἶπε· Καβάδης δὲ αὐτῷ τήν τε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ τοῖς σιτίοις ἐδωρήσατο αὐτὸν ἅπασιν, ὅσα οἱ τῷ στρατοπέδῳ ἐς τὴν πολιορκίαν ἡτοίμαστο, μεγάλοις ὑπερφυῶς οὖσιν· οὕτω τε ἀπηλλάσσετο ἐκ γῆς τῆς Ῥωμαίων. διὸ δὴ ὁ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν. 2.13.16 Ἐς ∆άρας τε ἀφικόμενος ἐς πολιορκίαν καθίστατο. ἔνδοθεν δὲ Ῥωμαῖοι καὶ Μαρτῖνος ὁ στρατηγὸς (καὶ γὰρ ἐνταῦθα ὢν ἔτυχε) τὰ ἐς ἀντίστασιν ἐξηρτύοντο. 2.13.17 δύο δὲ ἡ πόλις τείχεσι περιβέβληται, ὧν τὸ μὲν ἐντὸς μέγα τε καὶ ἀξιοθέατον ἀτεχνῶς ἐστιν (ἐς ὕψος γὰρ διήκει πύργος μὲν ἕκαστος ποδῶν ἑκατὸν, τὸ δὲ ἄλλο τεῖχος ἑξήκοντα), τὸ δὲ ἐκτὸς πολλῷ μὲν ἔλασσον συμβαίνει εἶναι, ἄλλως δὲ ἐχυρόν τε καὶ λόγου πολλοῦ 2.13.18 ἄξιόν ἐστι. τὸ δὲ μεταξὺ χωρίον εὖρος οὐχ ἧσσον ἢ πεντήκοντα ἔχει ποδῶν· ἐνταῦθα εἰώθασι ∆αρηνοὶ τούς τε βόας καὶ τἄλλα ζῷα πολεμίων σφίσιν ἐγκει2.13.19 μένων ἐμβάλλεσθαι. τὰ μὲν οὖν πρῶτα ὁ Χοσρόης προσβολὴν ποιησάμενος ἐς τὰ πρὸς ἑσπέραν τοῦ περιβόλου πλήθει τε βελῶν βιασάμενος, τὰς πύλας τείχους 2.13.20 τοῦ βραχέος ἐνέπρησεν. ἐντὸς μέντοι γενέσθαι οὐδεὶς τῶν βαρβάρων ἐτόλμησεν. ἔπειτα δὲ κατώρυχα ποιεῖσθαι λάθρα ἐς