150
Ῥουφῖνον δὲ οἱ πολέμιοι ἁρπάσαντες 4.10.11 ἦγον. αὐτίκα δὲ τῶν ἀρχόντων εἷς Μεδισινίσσας, δείσας μὴ διαφυγὼν πράγματα σφίσιν αὖθις παρέχοι, τῆς τε κεφαλῆς αὐτὸν ἀφαιρεῖται καὶ ταύτην ἐς τὰ οἰκεῖα λαβὼν ταῖς γυναιξὶ ταῖς αὑτοῦ ἔδειξε, μεγέθους τε ὑπερβολῇ καὶ τριχῶν πλήθει ἀξιοθέατον οὖσαν. 4.10.12 ἐπεὶ δὲ ἡμᾶς ὁ τῆς ἱστορίας λόγος ἐνταῦθα ἤγαγεν, ἐπάναγκες εἰπεῖν ἄνωθεν ὅθεν τε τὰ Μαυρουσίων ἔθνη ἐς Λιβύην ἦλθον καὶ ὅπως ἐνταῦθα ᾠκήσαντο. 4.10.13 Ἐπειδὴ Ἑβραῖοι ἐξ Αἰγύπτου ἀνεχώρησαν καὶ ἄγχι τῶν Παλαιστίνης ὁρίων ἐγένοντο, Μωσῆς μὲν σοφὸς ἀνὴρ, ὃς αὐτοῖς τῆς ὁδοῦ ἡγήσατο, θνήσκει, διαδέχεται δὲ τὴν ἡγεμονίαν Ἰησοῦς ὁ τοῦ Ναυῆ παῖς, ὃς ἔς τε τὴν Παλαιστίνην τὸν λεὼν τοῦτον εἰσήγαγε καὶ ἀρετὴν ἐν τῷ πολέμῳ κρείττω ἢ κατὰ ἀνθρώπου φύσιν ἐπι4.10.14 δειξάμενος τὴν χώραν ἔσχε. καὶ τὰ ἔθνη ἅπαντα καταστρεψάμενος τὰς πόλεις εὐπετῶς παρεστήσατο, 4.10.15 ἀνίκητός τε παντάπασιν ἔδοξεν εἶναι. τότε δὲ ἡ ἐπιθαλασσία χώρα ἐκ Σιδῶνος μέχρι τῶν Αἰγύπτου ὁρίων 4.10.16 Φοινίκη ξύμπασα ὠνομάζετο. βασιλεὺς δὲ εἷς τὸ παλαιὸν αὐτῇ ἐφειστήκει, ὥσπερ ἅπασιν ὁμολογεῖται, οἳ Φοινίκων 4.10.17 τὰ ἀρχαιότατα ἀνεγράψαντο. ἐνταῦθα ᾤκηντο ἔθνη πολυανθρωπότατα, Γεργεσαῖοί τε καὶ Ἰεβουσαῖοι καὶ ἄλλα ἄττα ὀνόματα ἔχοντα, οἷς δὴ αὐτὰ ἡ τῶν Ἑβραίων 4.10.18 ἱστορία καλεῖ. οὗτος ὁ λεὼς ἐπεὶ ἄμαχόν τι χρῆμα τὸν ἐπηλύτην στρατηγὸν εἶδον, ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες ἐπ' Αἰγύπτου ὁμόρου οὔσης ἐχώρησαν. 4.10.19 ἔνθα χῶρον οὐδένα ἱκανὸν σφίσιν ἐνοικήσασθαι εὑρόντες, ἐπεὶ ἐν Αἰγύπτῳ πολυανθρωπία ἐκ παλαιοῦ 4.10.20 ἦν, ἐς Λιβύην ἐστάλησαν. πόλεις τε οἰκήσαντες πολλὰς ξύμπασαν Λιβύην μέχρι στηλῶν τῶν Ἡρακλείων ἔσχον, ἐνταῦθά τε καὶ ἐς ἐμὲ τῇ Φοινίκων φωνῇ χρώμενοι 4.10.21 ᾤκηνται. ἐδείμαντο δὲ καὶ φρούριον ἐν Νουμιδίᾳ, 4.10.22 οὗ νῦν πόλις Τίγισίς ἐστί τε καὶ ὀνομάζεται. ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποιημέναι ἄγχι κρήνης εἰσὶ τῆς μεγάλης, γράμματα Φοινικικὰ ἐγκεκολαμμένα ἔχουσαι τῇ Φοινίκων γλώσσῃ λέγοντα ὧδε «ἡμεῖς ἐσμεν «οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ 4.10.23 «Ναυῆ.» ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον ᾠκημένα, οἳ διὰ τὸ ἐκ παλαιοῦ ἐνταῦθα ἱδρῦσθαι 4.10.24 αὐτόχθονες εἶναι ἐλέγοντο. καὶ ἀπ' αὐτοῦ Ἀνταῖον, τὸν αὐτῶν βασιλέα, ὃς ἐν Κλιπέᾳ Ἡρακλεῖ ἐπάλαισε, 4.10.25 τῆς γῆς υἱὸν ἔφασαν εἶναι. χρόνῳ δὲ ὕστερον καὶ ὅσοι μετὰ ∆ιδοῦς ἐκ Φοινίκης ἀνέστησαν ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους ἀφίκοντο. οἳ δὴ αὐτοῖς Καρχηδόνα κτίσαι τε καὶ ἔχειν ἐθελούσιοι 4.10.26 ξυνεχώρησαν. προϊόντος δὲ τοῦ χρόνου ἡ τῶν Καρχηδονίων δύναμις μεγάλη ἐγίνετο καὶ πολυάνθρωπος. 4.10.27 μάχης τε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάν τε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκα4.10.28 σαν. ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους 4.10.29 σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο. ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαν τε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε. 4.11.1 Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε 4.11.2 τάδε «Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆ»σθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότε»ρον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπο4.11.3 «νοίας ἐκβήσεται. ὑμεῖς δὲ, οἷς τὸ παράδειγμα ἐγγύθεν «ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστὶ, τί ποτε ἆρα «παθόντες χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ με4.11.4 «γάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι; καὶ «ταῦτα ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι