240
τῶν Ἰσαύρων τισὶν ἔμεινε. 6.7.13 Μετὰ δὲ ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν, οὐκ ἀφανῆ ἄνδρα, ἐφ' ᾧ δὴ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται, ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου 6.7.14 ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀγγείλωσιν. ἢν δέ τινες καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσεσθαι ἐς τὸ 6.7.15 σφῶν ἔθνος. τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ᾔεσαν, Ἰλδίγερ δὲ, ὁ τῆς Ἀντωνίνης γαμβρὸς, ξὺν ἱππεῦσιν οὐκ ὀλί6.7.16 γοις ἐκ Λιβύης ἐς Ῥώμην ἦλθε. Γότθοι τε, οἳ τὸ ἐν Πόρτῳ φρούριον εἶχον, ἐπιλελοιπότων σφᾶς τῶν ἀναγκαίων ἐξέλιπόν τε αὐτὸ Οὐιττίγιδος γνώμῃ, καὶ ἐς τὸ στρατόπεδον μετάπεμπτοι ἦλθον. Παῦλος δὲ αὐτὸ 6.7.17 ξὺν τοῖς Ἰσαύροις ἐξ Ὀστίας καταλαβὼν ἔσχεν. αἴτιοι δὲ μάλιστα τούτοις δὴ τοῖς βαρβάροις τῶν ἐπιτηδείων τῆς ἀπορίας ἐγένοντο θαλασσοκρατοῦντες Ῥωμαῖοι, καί τι αὐτοῖς ἐσκομίζεσθαι τῶν ἀναγκαίων οὐ ξυγχωροῦν6.7.18 τες. διὸ δὴ καὶ πόλιν ἐπιθαλασσίαν, λόγου πολλοῦ ἀξίαν, Κεντουκέλλας ὄνομα, τῶν ἐπιτηδείων σπανί6.7.19 ζοντες, ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέλιπον. ἔστι δὲ ἡ πόλις μεγάλη καὶ πολυάνθρωπος, ἐς τὰ Ῥώμης πρὸς ἑσπέραν ἐν Τούσκοις κειμένη, σταδίοις αὐτῆς ὀγδοή6.7.20 κοντα καὶ διακοσίοις ἀπέχουσα. καὶ αὐτὴν Ῥωμαῖοι καταλαβόντες ἔτι μᾶλλον ἐπὶ μέγα δυνάμεως ἦλθον, ἐπεὶ καὶ τὸ Ἀλβανῶν πόλισμα ἔσχον, Ῥώμης πρὸς ἀνίσχοντα ἥλιον κείμενον, ἀνακεχωρηκότων ἐνθένδε διὰ τὸν αὐτὸν λόγον τηνικαῦτα τῶν πολεμίων, πανταχόθεν δὲ ἤδη κυκλωσάμενοι τοὺς βαρβάρους ἐν μέσῳ 6.7.21 εἶχον. διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σφᾶς ἐν σπον6.7.22 δαῖς ἔφασαν. Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτῃ φρούριον λόγῳ οὐδενὶ καταλαβόν6.7.23 τας ἔχειν. ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο, ἠπείλουν τε, ἢν 6.7.24 μὴ ταῦτα σφίσιν ἀποδιδῷ, οὐκ ἐπιτρέψειν. Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο, παραπέτασμα μὲν εἶναι ταύτην δὴ τὴν αἰτίαν εἰπὼν, ἀγνοεῖν δὲ οὐδένα 6.7.25 ὅτου δὴ ἕνεκα τὰ χωρία ταῦτα Γότθοι ἐκλίποιεν. καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. ἔπειτα δὲ Βελισάριος, ἐπεὶ Ῥώμην εἶδε στρατιωτῶν πλήθει ἀκμάζουσαν, ἄλλους τε ἱππέας ἐς χωρία Ῥώμης μακράν που ἄποθεν περιέπεμπε καὶ Βιταλιανοῦ τὸν ἀδελφιδοῦν Ἰωάννην ἐκέλευε ξὺν τοῖς ἑπομένοις ἱππεῦσιν, ὀκτακοσίοις οὖσιν, ἀμφὶ πόλιν Ἄλβαν διαχειμάζειν, ἐν 6.7.26 Πικηνοῖς κειμένην· καί οἱ τῶν τε Βαλεριανῷ ἑπομένων τετρακοσίους ξυνέπεμψεν, ὧν ∆αμιανὸς ὁ Βαλεριανοῦ ἀδελφιδοῦς ἦρχε, καὶ τῶν αὐτοῦ ὑπασπιστῶν ὀκτακο6.7.27 σίους ἄνδρας, διαφερόντως ἀγαθοὺς τὰ πολέμια. οἷς δὴ δορυφόρους δύο, Σοῦνταν τε καὶ Ἄδηγιν, ἐπέστησε, καὶ αὐτοὺς μὲν Ἰωάννῃ ἕπεσθαι, ὅπη ἂν αὐτὸς ἐξηγοῖτο, ἐκέλευε, τῷ δὲ Ἰωάννῃ ἐπήγγελλε, τέως μὲν τὰ ξυγκείμενα σφίσι φυλάττοντας ὁρᾷ τοὺς πολεμίους, ἡσυχῆ μένειν· ὅταν δέ οἱ τὴν ἐκεχειρίαν αὐτοῖς λελύ6.7.28 σθαι ξυμβαίη, ποιεῖν κατὰ τάδε· παντὶ μὲν τῷ στρατῷ ἄφνω τε καὶ ἐξ ἐπιδρομῆς καταθεῖν τὴν Πικηνῶν χώραν, ἅπαντά τε ἑξῆς περιιόντα τὰ ἐκείνῃ χωρία καὶ 6.7.29 αὐτοῖς πρὸ τῆς φήμης ἐπιδημοῦντα. ταύτης γὰρ σχεδόν τι ἁπάσης τῆς χώρας ἄνδρας μὲν οὐδαμῆ ἀπολελεῖφθαι, πάντων ἐπὶ Ῥώμην ὡς φαίνεται στρατευσαμένων, παῖδας δὲ καὶ γυναῖκας τῶν πολεμίων καὶ χρήματα πανταχῆ 6.7.30 εἶναι. ἐξανδραποδίζειν οὖν καὶ ληΐζεσθαι τὰ ἐν ποσὶν ἅπαντα φυλασσόμενον μή ποτε Ῥωμαίων τινὶ τῶν 6.7.31 ταύτῃ ᾠκημένων λυμήνηται. ἢν δέ πη χωρίῳ ἐντύχῃ, ἄνδρας τε καὶ ὀχύρωμα, ὡς τὸ εἰκὸς, ἔχοντι, πάσῃ 6.7.32 αὐτοῦ δυνάμει ἀποπειράσασθαι. καὶ ἢν μὲν ἑλεῖν δύνηται, ἐς τὰ πρόσω ἰέναι, τοῦ πράγματος δέ οἱ, ἂν οὕτω τύχοι, ἀντιστατοῦντος, ἀπελαύνειν ὀπίσω, ἢ 6.7.33 αὐτοῦ μένειν. προϊόντι γάρ οἱ καὶ τοῦτο δὴ τὸ ὀχύρωμα κατὰ νώτου ἀπολιπόντι κίνδυνος πολὺς ἐπὶ πλεῖστον ἔσται, ἐπεὶ οὔποτ' ἀμύνειν σφίσιν εὐπετῶς