209
γεφύρας ἰέναι, ἣ τὸν πο5.17.11 ταμὸν ἐπικαλύπτουσα διάβασιν ταύτῃ ἐργάζεται. ταύτην δὲ τὴν γέφυραν Καῖσαρ Αὔγουστος ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, θέαμα λόγου πολλοῦ ἄξιον. τῶν γὰρ κυρτωμάτων πάντων ὑψηλότατόν ἐστιν ὧν ἡμεῖς ἴσμεν. 5.17.12 Οὐίττιγις οὖν οὐκ ἀναμείνας τὸν χρόνον σφίσιν ἐνταῦθα τρίβεσθαι κατὰ τάχος ἐνθένδε ἀπαλλαγεὶς τῷ παντὶ στρατῷ ἐπὶ Ῥώμην ᾔει, διὰ Σαβίνων τὴν πορείαν 5.17.13 ποιούμενος. καὶ ἐπειδὴ Ῥώμης ἀγχοῦ ἐγένετο, σταδίοις τε αὐτῆς οὐ μᾶλλον ἢ τέσσαρσι καὶ δέκα διεῖχε, Τιβέ5.17.14 ριδος τοῦ ποταμοῦ γεφύρᾳ ἐνέτυχεν. ἔνθα δὴ Βελισάριος ὀλίγῳ πρότερον πύργον τε δειμάμενος καὶ πύλας αὐτῷ ἐπιθέμενος στρατιωτῶν φρουρὰν κατεστήσατο, οὐχ ὅτι τοῖς πολεμίοις ταύτῃ μόνον ὁ Τίβερις διαβατὸς ἦν (νῆές τε γὰρ καὶ γέφυραι πολλαχόσε τοῦ ποταμοῦ τυγχάνουσιν οὖσαι), ἀλλ' ὅτι πλείονα χρόνον ἐν τῇ πορείᾳ τοῖς ἐναντίοις τρίβεσθαι ἤθελε, στράτευμά τε ἄλλο ἐκ βασιλέως καραδοκῶν, καὶ ὅπως ἔτι 5.17.15 μᾶλλον Ῥωμαῖοι τὰ ἐπιτήδεια ἐσκομίζωνται. ἤν τε γὰρ ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι διαβαίνειν ἐγχειρήσωσιν ἐπὶ γεφύρας ἑτέρωθί πη οὔσης, οὐχ ἧσσον ἢ εἴκοσιν ἡμέρας δαπανᾶσθαι σφίσιν ἐνόμιζε, καὶ πλοῖα βουλομένοις ἐς Τίβεριν κατασπάσαι τοσαῦτα τὸ πλῆθος πλείω αὐτοῖς, ὡς τὸ εἰκὸς, τετρίψεσθαι χρόνον. 5.17.16 ἃ δὴ ἐν νῷ ἔχων τὴν τῇδε φρουρὰν κατεστήσατο· ἔνθα οἱ Γότθοι ἐκείνῃ τῇ ἡμέρᾳ ηὐλίσαντο, ἀπορούμενοί τε καὶ πολεμητέα ἔσεσθαι σφίσιν ἐς τὸν πύργον 5.17.17 τῇ ὑστεραίᾳ οἰόμενοι. ἦλθον δὲ αὐτοῖς αὐτόμολοι δύο καὶ εἴκοσι, βάρβαροι μὲν γένος, στρατιῶται δὲ Ῥωμαῖοι, ἐκ καταλόγου ἱππικοῦ, οὗπερ Ἰννοκέντιος 5.17.18 ἦρχεν. ἔννοια δὲ τότε Βελισαρίῳ ἐγένετο ἀμφὶ Τίβεριν ποταμὸν ἐνστρατοπεδεύσασθαι, ὅπως δὴ τῇ τε διαβάσει τῶν πολεμίων ἔτι μᾶλλον ἐμπόδιοι γένωνται καὶ θάρσους τοῦ σφετέρου ἐπίδειξίν τινα ἐς τοὺς ἐναν5.17.19 τίους ποιήσωνται. στρατιῶται μέντοι ὅσοι φρουρὰν, ὥσπερ ἐρρήθη, ἐν τῇ γεφύρᾳ εἶχον, καταπεπληγμένοι τὸν Γότθων ὅμιλον καὶ τοῦ κινδύνου κατωρρωδηκότες τὸ μέγεθος, νύκτωρ τὸν πύργον ἐκλιπόντες, ὅνπερ 5.17.20 ἐφύλασσον, ἐς φυγὴν ὥρμηντο. ἐς Ῥώμην δὲ σφίσιν οὐκ οἰόμενοι εἰσιτητὰ εἶναι ἐπὶ Καμπανίας λάθρα ἐχώρησαν, ἢ τὴν ἐκ τοῦ στρατηγοῦ κόλασιν δείσαντες, ἢ τοὺς ἑταίρους ἐρυθριῶντες. 5.18.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ οἱ μὲν Γότθοι τὰς τοῦ πύργου πύλας πόνῳ οὐδενὶ διαφθείραντες τὴν διάβασιν ἐποιήσαντο, οὐδενὸς σφίσιν ἐμποδὼν ἱστα5.18.2 μένου. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἀμφὶ τῇ φρουρᾷ ξυμπεσόντων ἱππέας χιλίους ἐπαγόμενος ἐς τοῦ ποταμοῦ τὴν γέφυραν ᾔει, τὸν χῶρον ἐπισκεψόμενος οὗπερ ἂν σφίσιν ἐνστρατοπεδεύσασθαι ἄμεινον 5.18.3 εἴη. καὶ ἐπειδὴ ἐγγυτέρω ἐγένοντο, ἐντυγχάνουσι τοῖς πολεμίοις ἤδη τὸν ποταμὸν διαβᾶσιν, ἐς χεῖράς τε αὐτῶν τισιν οὔτι ἐθελούσιοι ἦλθον. ἐξ ἱππέων δὲ 5.18.4 ξυνίστατο ἡ ξυμβολὴ ἑκατέρωθεν. τότε Βελισάριος, καίπερ ἀσφαλὴς τὰ πρότερα ὢν, οὐκέτι τοῦ στρατηγοῦ τὴν τάξιν ἐφύλασσεν, ἀλλ' ἐν τοῖς πρώτοις ἅτε στρα5.18.5 τιώτης ἐμάχετο. καὶ ἀπ' αὐτοῦ τὰ Ῥωμαίων πράγματα ξυνέβη ἐς κίνδυνον πολὺν ἐκπεπτωκέναι. ἐπεὶ ξύμπασα 5.18.6 ἡ τοῦ πολέμου ῥοπὴ ἐπ' αὐτῷ ἔκειτο. ἔτυχε δὲ ἵππῳ τηνικαῦτα ὀχούμενος, πολέμων τε λίαν ἐμπείρῳ καὶ διασώσασθαι τὸν ἐπιβάτην ἐπισταμένῳ, ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα. τοῦτον Ἕλληνες μὲν φαλιὸν, βάρβαροι δὲ βάλαν καλοῦσι. καὶ ξυνέπεσε Γότθων τοὺς πλείστους βάλλειν ἐπ' αὐτόν τε καὶ Βελισάριον τά τε ἀκόντια καὶ τὰ ἄλλα βέλη ἐξ 5.18.7 αἰτίας τοιᾶσδε. αὐτόμολοι ὅσοι τῇ προτεραίᾳ ἐς Γότθους ἧκον, ἐπεὶ ἐν τοῖς πρώτοις μαχόμενον Βελισάριον εἶδον, ἐπιστάμενοι ὡς, ἢν αὐτὸς πέσῃ, διαφθαρήσεται Ῥωμαίοις αὐτίκα δὴ μάλα τὰ πράγματα, κραυγῇ ἐχρῶντο, 5.18.8 βάλλειν ἐγκελευόμενοι ἐς ἵππον τὸν βάλαν. καὶ ἀπ' αὐτοῦ ἐς τὴν Γότθων στρατιὰν ξύμπασαν οὗτος δὴ περιφερόμενος ὁ λόγος ἦλθε, ζήτησιν μέντοι αὐτοῦ ἅτε ἐν θορύβῳ μεγάλῳ ἥκιστα ἐποιήσαντο, οὐδὲ ὅτι 5.18.9 ἐς Βελισάριον ἔφερε σαφῶς ἔγνωσαν. ἀλλὰ ξυμβάλλοντες οὐκ εἰκῆ τὸν