238
Βελισάριος «Οὕτω μὲν, ὅπως φατὲ, προϊέναι τὸν διά»λογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖά τε καὶ δίκαια 6.6.14 «πρὸς ὑμῶν λέγοιτο.» αὖθις οὖν Γότθων οἱ πρέσβεις εἶπον «Ἠδικήκατε ἡμᾶς, ἄνδρες Ῥωμαῖοι, ἐπὶ φίλους «τε καὶ ξυμμάχους ὄντας ὅπλα οὐ δέον ἀράμενοι. «ἐροῦμεν δὲ ἅπερ καὶ ὑμῶν ἕκαστον οἰόμεθα ξυνεπίστα6.6.15 «σθαι. Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν «τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ' Ὀδόακρός ποτε τὸν αὐτο»κράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν 6.6.16 «μεταβαλὼν εἶχε. Ζήνων δὲ τότε τῆς ἑῴας κρατῶν «καὶ τιμωρεῖν μὲν τῷ ξυμβεβασιλευκότι βουλόμενος «καὶ τοῦ τυράννου τήνδε τὴν χώραν ἐλευθεροῦν, «Ὀδοάκρου δὲ καταλῦσαι τὴν δύναμιν οὐχ οἷός τε ὢν, «Θευδέριχον ἀναπείθει τὸν ἡμῶν ἄρχοντα, καίπερ «αὐτόν τε καὶ Βυζάντιον πολιορκεῖν μέλλοντα, κατα»λῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν τιμῆς ἀναμνη»σθέντα πρὸς αὐτοῦ ἧς τετύχηκεν ἤδη, πατρίκιός τε «καὶ Ῥωμαίων γεγονὼς ὕπατος, Ὀδόακρον δὲ ἀδικίας «τῆς ἐς Αὐγούστουλον τίσασθαι, καὶ τῆς χώρας αὐτόν «τε καὶ Γότθους τὸ λοιπὸν κρατεῖν ὀρθῶς καὶ δικαίως. 6.6.17 «οὕτω τοίνυν παραλαβόντες τὴν τῆς Ἰταλίας ἀρχὴν «τούς τε νόμους καὶ τὴν πολιτείαν διεσωσάμεθα τῶν «πώποτε βεβασιλευκότων οὐδενὸς ἧσσον, καὶ Θευδερίχου «μὲν ἢ ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος «νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ 6.6.18 «ἄγραφός ἐστι. τὰ δὲ τῆς εἰς θεὸν εὐσεβείας τε καὶ «πίστεως οὕτω Ῥωμαίοις ἐς τὸ ἀκριβὲς ἐφυλάξαμεν, «ὥστε Ἰταλιωτῶν μὲν τὴν δόξαν οὐδεὶς οὐχ ἑκὼν οὐκ «ἀκούσιος ἐς τήνδε τὴν ἡμέραν μετέβαλε, Γότθων δὲ 6.6.19 «μεταβεβλημένων ἐπιστροφή τις οὐδαμῶς γέγονε. καὶ «μὴν καὶ τὰ Ῥωμαίων ἱερὰ τιμῆς παρ' ἡμῶν τῆς ἀνω»τάτω τετύχηκεν. οὐ γὰρ οὐδεὶς εἴς τι τούτων κατα»φυγὼν πώποτε πρὸς οὐδενὸς ἀνθρώπων βεβίασται, «ἀλλὰ καὶ πάσας τὰς τῆς πολιτείας ἀρχὰς αὐτοὶ μὲν «διαγεγόνασιν ἔχοντες, Γότθος δὲ αὐτῶν μετέσχεν 6.6.20 «οὐδείς. ἢ παρελθών τις ἡμᾶς ἐλεγχέτω, ἢν μὴ μετὰ «τοῦ ἀληθοῦς ἡμῖν εἰρῆσθαι οἴηται. προσθείη δ' ἄν «τις ὡς καὶ τὸ τῶν ὑπάτων ἀξίωμα Γότθοι ξυνεχώρουν «Ῥωμαίοις πρὸς τοῦ τῶν ἑῴων βασιλέως ἐς ἕκαστον 6.6.21 «ἔτος κομίζεσθαι. ὑμεῖς δὲ, τούτων τοιούτων ὄντων, «Ἰταλίας μὲν οὐ προσεποιεῖσθε, κακουμένης ὑπὸ τῶν «Ὀδοάκρου βαρβάρων, καίπερ οὐ δι' ὀλίγου, ἀλλ' ἐς «δέκα ἐνιαυτοὺς τὰ δεινὰ εἰργασμένου, νῦν δὲ τοὺς «δικαίως αὐτὴν κεκτημένους, οὐδὲν ὑμῖν προσῆκον, 6.6.22 «βιάζεσθε. οὐκοῦν ἐντεῦθεν ἡμῖν ἐκποδὼν ἵστασθε, «τά τε ὑμέτερα αὐτῶν ἔχοντες καὶ ὅσα ληϊσάμενοι «τετυχήκατε.» καὶ ὁ Βελισάριος «Ἡ μὲν ὑπόσχεσις «ὑμῶν βραχέα τε εἰρῆσθαι καὶ μέτρια προὔλεγεν, ἡ «δὲ ῥῆσις μακρά τε καὶ οὐ πόρρω ἀλαζονείας ὑμῖν 6.6.23 «γέγονε. Θευδέριχον γὰρ βασιλεὺς Ζήνων Ὀδοάκρῳ «πολεμήσοντα ἔπεμψεν, οὐκ ἐφ' ᾧ Ἰταλίας αὐτὸς τὴν «ἀρχὴν ἔχοι· τί γὰρ ἂν καὶ τύραννον τυράννου διαλ»λάσσειν βασιλεῖ ἔμελεν; ἀλλ' ἐφ' ᾧ ἐλευθέρα τε καὶ βα6.6.24 «σιλεῖ κατήκοος ἔσται. ὁ δὲ τὰ περὶ τὸν τύραννον εὖ «διαθέμενος ἀγνωμοσύνῃ ἐς τἄλλα οὐκ ἐν μετρίοις «ἐχρήσατο. ἀποδιδόναι γὰρ τῷ κυρίῳ τὴν γῆν οὐδαμῆ 6.6.25 «ἔγνω. οἶμαι δὲ ἔγωγε τόν τε βιασάμενον καὶ ὃς ἂν «τὰ τοῦ πέλας ἑκουσίως μὴ ἀποδιδῷ ἴσον γε εἶναι. «ἐγὼ μὲν οὖν χώραν τὴν βασιλέως ἑτέρῳ τῳ οὔποτε 6.6.26 «οὐκ ἂν παραδοίην. εἰ δέ του ἄλλου τυχεῖν βούλεσθε, 6.6.27 «λέγειν ἀφίημι.» οἱ δὲ βάρβαροι «Ὡς μὲν οὖν ἀληθῆ «πάντα ἡμῖν εἴρηται οὐδὲ ὑμῶν τινα λέληθεν. ἡμεῖς «δὲ ὅπως ἥκιστα φιλονεικεῖν δόξαιμεν, καὶ Σικελίας, «τοσαύτης τε τὸ μέγεθος καὶ τοιαύτης τὸν πλοῦτον «οὔσης, ὑμῖν ἐξιστάμεθα, ἧς δὴ ἐκτὸς Λιβύην ὑμᾶς 6.6.28 «ἀσφαλῶς κεκτῆσθαι οὐ δυνατόν.» καὶ ὁ Βελισάριος «Καὶ ἡμεῖς δὲ Γότθους Βρεττανίαν ὅλην ξυγχωροῦμεν «ἔχειν, μείζω τε παρὰ πολὺ Σικελίας οὖσαν καὶ Ῥω6.6.29 «μαίων κατήκοον τὸ ἀνέκαθεν γεγενημένην. τοὺς γὰρ «εὐεργεσίας ἢ χάριτός τινος ἄρξαντας τοῖς ἴσοις ἀμείβε»σθαι ἄξιον.» {βάρβαροι} «Οὐκοῦν, ἤν τι καὶ περὶ Καμπανίας 6.6.30 «ὑμῖν ἢ Νεαπόλεως αὐτῆς εἴποιμεν, οὐκ ἂν δέξαισθε;» {Βελισάριος} «Οὐ γάρ ἐσμεν κύριοι τὰ βασιλέως πράγ6.6.31 «ματα διοικήσασθαι, οὐχ