379
Πικηνοὺς ἐτύγχανε πέμψας, ἐφ' ᾧ δὴ τὸν Ἀγκῶνα ἐξελοῦσιν· οἷς δὴ ἄρχοντας τοὺς ἐν Γότθοις δοκιμωτάτους ἐπέστησε, Σκιποῦάρ τε καὶ Γίβαλ καὶ Γουνδοὺλφ, ὅσπερ Βελισαρίου δορυφόρος ἐγεγόνει 8.23.2 ποτέ. τινὲς δὲ αὐτὸν Ἰνδοὺλφ ἐκάλουν. οἷς δὴ καὶ πλοῖα μακρὰ ἑπτὰ καὶ τεσσαράκοντα ἔδωκεν, ὅπως τὸ φρούριον κατὰ γῆν τε καὶ θάλασσαν πολιορκοῦντες ῥᾷόν τε καὶ ἀπονώτερον τὴν αὐτοῦ ἐπικράτειαν θή8.23.3 σονται. χρόνου δὲ ταύτῃ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ, συνέβαινε τοὺς πολιορκουμένους τῇ τῶν 8.23.4 ἀναγκαίων ἀπορίᾳ πιέζεσθαι. ἅπερ ἐπεὶ Βαλεριανὸς ἔμαθεν, ἐπὶ Ῥαβέννης διατριβὴν ἔχων, ἀμύνειν τε κατὰ μόνας τοῖς ἐν τῷ Ἀγκῶνι Ῥωμαίοις οὐχ οἷός τε ὢν, πέμψας πρὸς Ἰωάννην τὸν Βιταλιανοῦ ἀδελφιδοῦν ἐπὶ Σαλώνων ὄντα ἔγραψε τάδε «Μόνος ὁ Ἀγκὼν ἡμῖν «τοῦ κόλπου ἐντὸς ἀπολέλειπται, ὡς αὐτὸς οἶσθα, 8.23.5 «εἴπερ ἔτι νῦν ἀπολέλειπται. οὕτω γὰρ τοῖς ἐν τούτῳ «Ῥωμαίοις πικρότατα πολιορκουμένοις τὰ πράγματα «ἔχει ὥστε δέδοικα μὴ βοηθοῦντες ἔξωροι ὦμεν, ὀπίσω «τοῦ καιροῦ τὴν σπουδὴν ἔχοντες, ἕωλόν τε τὴν ὑπὲρ 8.23.6 «αὐτοῦ προθυμίαν ποιούμενοι. ἀλλὰ παύσομαι. ἡ «γὰρ τῶν πολιορκουμένων ἀνάγκη μακροτέραν τὴν «ἐπιστολὴν οὐκ ἐᾷ γίνεσθαι τὸν χρόνον ἐφ' ἑαυτὴν «ἀκριβῶς σφίγγουσα καὶ ὁ κίνδυνος ὀξυτέραν τοῦ 8.23.7 «λόγου τὴν ἐπικουρίαν ζητῶν.» ταύτην Ἰωάννης ἀναλεξάμενος τὴν ἐπιστολὴν, καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθὲν, αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ 8.23.8 τῆς τύχης στενοχωρίαν πεποιημένος. ἄνδρας τε ἀπολεξάμενος, οὓς μάλιστα πάντων ἀγαθοὺς τὰ πολέμια ᾤετο εἶναι, καὶ αὐτῶν ὀκτὼ καὶ τριάκοντα πλοῖα μακρὰ ἐμπλησάμενος πλέοντά τε ὡς τάχιστα καὶ πρὸς πόλεμον τὸν ἐν θαλάσσῃ ὡς ἄριστα πεποιημένα, ἔνιά τε αὐτοῖς τῶν ἐπιτηδείων ἐνθέμενος, ἄρας ἐκ Σαλώνων τῷ Σκάρδωνι προσέσχεν. οὗ δὴ καὶ Βαλεριανὸς ξὺν ναυσὶ δώδεκα οὐκ ἐς μακρὰν ἦλθεν. 8.23.9 Ἐπειδὴ δὲ ἀλλήλοις ξυνέμιξαν, κοινολογησάμενοί τε καὶ τὰ σφίσι ξύμφορα δόξαντα εἶναι βεβουλευμένοι, ἐνθένδε μὲν ἀποπλέουσιν, ἐς δὲ ἤπειρον τὴν ἀντιπέρας κατάραντες ἐς χωρίον ὁρμίζονται, ὃ δὴ Σενογαλλίαν Ῥωμαῖοι καλοῦσι, τοῦ Ἀγκῶνος οὐ πολλῷ ἄποθεν. 8.23.10 ὅπερ ἐπεὶ οἱ Γότθων στρατηγοὶ ἔμαθον, πλοῖα μακρὰ καὶ αὐτοὶ τὰ σφίσι παρόντα, ἑπτὰ καὶ τεσσαράκοντα 8.23.11 ὄντα, Γότθων τῶν λογίμων αὐτίκα ἐπλήρουν. τὸ δὲ ἄλλο στράτευμα ἐπὶ τῇ προσεδρείᾳ τοῦ φρουρίου ἀπο8.23.12 λιπόντες εὐθὺ τῶν πολεμίων ἐχώρουν. ἡγεῖτο δὲ τῶν μὲν ἐπὶ τῇ πολιορκίᾳ μεμενηκότων ὁ Σκιποῦαρ, τῶν δὲ δὴ ἐν ταῖς ναυσὶν ὄντων Γίβαλ τε καὶ Γουνδούλφ. 8.23.13 ἐπειδή τε ἄγχιστα ἀλλήλων ἐγένοντο, τάς τε ναῦς ἑκάτεροι ἀνεκώχευον καὶ ξυναγαγόντες αὐτὰς ἐς ὀλίγον παραίνεσιν ἐς τοὺς στρατιώτας ἐποιοῦντό τινα. 8.23.14 πρῶτοί τε Ἰωάννης καὶ Βαλεριανὸς ἔλεξαν τοιάδε «Μηδεὶς ὑμῶν, ὦ ξυστρατιῶται, ὑπὲρ τοῦ Ἀγκῶνος «μόνου τούτου καὶ τῶν ἐν αὐτῷ πολιορκουμένων Ῥω»μαίων ἀγωνιεῖσθαι τανῦν οἰέσθω, μηδὲ ἄχρι τοῦδε «ἀποκριθήσεσθαι ἡμῖν τὴν ξυμβολὴν τήνδε, ἀλλὰ ξύμ»παν, ὡς συνελόντας εἰπεῖν, τὸ τοῦ πολέμου κεφάλαιον «ἐνταῦθα ἑστάναι, ἔνθα τε ἂν ἀποκλῖναι ξυμβαίη τὴν «μάχην, συγκληροῦσθαι αὐτῇ καὶ τῆς τύχης τὸ πέρας. 8.23.15 «οὑτωσὶ γὰρ περὶ τῶν παρόντων σκοπεῖσθε· πολλή «τις ἐπὶ ταῖς δαπάναις ἀπόκειται τοῦ πολέμου ῥοπὴ, «τούς τε τῶν ἐπιτηδείων σπανίζοντας ἡττᾶσθαι τῶν 8.23.16 «πολεμίων ἐπάναγκες. λιμῷ γὰρ οὐκ οἶδεν ἡ ἀρετὴ «ξυνοικίζεσθαι, πεινῆν τε καὶ ἀνδραγαθίζεσθαι οὐκ 8.23.17 «ἀνεχομένης τῆς φύσεως. τούτων δὲ τοιούτων ὄντων «ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ ∆ρυοῦντος ἐς «Ῥάβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε «καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει, οὕτω τε «οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν «μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ 8.23.18 «βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή. ἐς δὲ «τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ «καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐν»ταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν. 8.23.19