68
τὰ πρὸς ἕω τῆς πόλεως ἔγνω. ταύτῃ γὰρ μόνον ὀρύσσεσθαι ἡ γῆ οἵα τέ ἐστιν, ἐπεὶ τὰ ἄλλα τοῦ περιβόλου ἐπὶ πέτρας τοῖς δειμαμένοις πεποί2.13.21 ηται. οἱ γοῦν Πέρσαι ἀπὸ τῆς τάφρου ἀρξάμενοι ὤρυσσον. ἧς δὴ βαθείας κομιδῆ οὔσης οὔτε καθεωρῶντο πρὸς τῶν πολεμίων οὔτε αὐτοῖς τινα αἴσθησιν 2.13.22 τοῦ ποιουμένου παρείχοντο. ἤδη μὲν οὖν ὑπέδυσαν τὰ θεμέλια τοῦ ἐκτὸς τείχους, ἔμελλον δὲ καὶ κατὰ τὴν μεταξὺ χώραν ἑκατέρου περιβόλου γινόμενοι ὀλίγῳ ὕστερον καὶ τὸ μέγα τεῖχος ἀμείψαντες τὴν πόλιν κατὰ κράτος ἑλεῖν, ἀλλ' (οὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναι) εἷς ἐκ τοῦ Χοσρόου στρατοπέδου ἀμφὶ ἡμέραν μέσην ἄγχιστά πη τοῦ περιβόλου μόνος ἀφίκετο, εἴτε ἄνθρωπος ὢν εἴτε τι ἄλλο ἀνθρώπου κρεῖσσον, δόξαν τε τοῖς ὁρῶσι παρείχετο, ὅτι δὴ τὰ βέλη ξυλλέγοι, ἅπερ ἐκ τοῦ τείχους Ῥωμαῖοι ὀλίγῳ πρότερον ἐπὶ τοὺς 2.13.23 ἐνοχλοῦντας βαρβάρους ἀφῆκαν. ταῦτά τε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖν τε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε 2.13.24 καὶ ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι. καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέ2.13.25 λευον σκάπτειν. καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ 2.13.26 πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο. τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίων τε Θεοδώρου γνώμῃ, ἐπὶ σοφία, τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρὸς, ἐγκαρσίαν τε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν γεγενημένους ἐκ τοῦ αἰφνιδίου 2.13.27 ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα. καὶ αὐτῶν τοὺς 2.13.27 μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν 2.13.28 γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν. ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖν τε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμιᾷ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιά τε κεκομισμένος 2.13.29 ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει. ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν ∆άρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα. 2.14.1 Ὁ δὲ Χοσρόης πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ἐν χώρῳ Κτησιφῶντος πόλεως διέχοντι ἡμέρας ὁδῷ, Ἀντιόχειάν τε τὴν Χοσρόου αὐτὴν ἐπωνόμασε καὶ Ἀντιοχέων τοὺς αἰχμαλώτους ἐνταῦθα ξυνῴκισεν ἅπαντας, οἷς δὴ βαλανεῖόν τε καὶ ἱπποδρόμιον κατεσκεύαζε 2.14.2 καὶ ταῖς ἄλλαις τρυφαῖς ἀνεῖσθαι ἐποίει. τούς τε γὰρ ἡνιόχους καὶ τοὺς τῶν μουσικῶν ἔργων τεχνίτας ἔκ τε Ἀντιοχείας καὶ τῶν ἄλλων Ῥωμαϊκῶν πόλεων 2.14.3 ξὺν αὑτῷ ἦγεν. ἔτι μέντοι καὶ δημοσίᾳ τοὺς Ἀντιοχέας τούτους ἐπιμελεστέρως ἢ κατὰ αἰχμαλώτους ἐσίτιζεν ἐς πάντα τὸν χρόνον, καὶ βασιλικοὺς καλεῖσθαι ἠξίου, ὥστε τῶν ἀρχόντων οὐδενὶ ὑποχειρίους εἶναι ἢ βασι2.14.4 λεῖ μόνῳ. εἰ δέ τις καὶ τῶν ἄλλων Ῥωμαίων δραπέτης γεγονὼς ἐς Ἀντιόχειαν τὴν Χοσρόου διαφυγεῖν ἴσχυσε, καί τις αὐτὸν ξυγγενῆ τῶν ταύτῃ ᾠκημένων ἐκάλεσεν, οὐκέτι ἐξῆν τῷ κεκτημένῳ τὸν αἰχμάλωτον τοῦτον ἀπάγειν, οὐδ' ἤν τις τῶν λίαν ἐν Πέρσαις δοκίμων ὁ τὸν ἄνθρωπον ἐξανδραποδίσας τυγχάνοι. 2.14.5 Ἀντιοχεῦσι μέντοι τὸ ξυμβὰν ἐπὶ Ἀναστασίου βασιλεύοντος τέρας ἐς τοῦτο ἀποβὰν ἐτελεύτησε. τότε γὰρ ἀνέμου σκληροῦ ∆άφνῃ τῷ προαστείῳ ἐκ τοῦ αἰφνιδίου ἐπιπεσόντος, τῶν κυπαρίσσων αἳ ταύτῃ ὑψηλαὶ ἀτεχνῶς ἦσαν ἐκ ῥιζῶν τῶν ἐσχάτων ἀνατραπεῖσαι εἰς τὴν γῆν ἔπεσον, ἅσπερ ὁ νόμος ἐκτέμνεσθαι οὐδα2.14.6 μῆ εἴα. ὀλίγῳ μὲν οὖν ὕστερον, ἡνίκα Ἰουστῖνος Ῥωμαίων ἦρχε, σεισμός τις ἐπιγενόμενος ἐξαίσιος λίαν τήν τε πόλιν κατέσεισε πᾶσαν καὶ τῶν οἰκοδομημάτων τά τε πλεῖστα καὶ κάλλιστα ἐς τὸ ἔδαφος εὐθὺς ἤνεγκε, καὶ λέγονται τότε τριάκοντα μυριάδες Ἀντιοχέων ἀπο2.14.7 λωλέναι. ἐν ταύτῃ δὲ τῇ ἁλώσει ξύμπασα ἡ πόλις ὥσπερ μοι ἐρρήθη, διέφθαρται. τὸ