55
ἐκέλευε. διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν· ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς Ἱεραπολιτῶν 2.6.3 πρώτους ἔλεξε τοιάδε «Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυ»νάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας «τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν «ἀπεικὸς, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι «καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς «πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ «ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον 2.6.4 «ἰέναι. ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς «ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς «ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλε»μον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν «εἰκὸς, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας, οὐδενὸς 2.6.5 «ἀντιστατοῦντος, κομίζεσθαι. ταύτῃ τε τῆς πολιορκίας «μηκυνομένης οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν «πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον «πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν 2.6.6 «ἀνηκέστων ξυμβήσεσθαι. ἢν δέ γε μοίρᾳ μέν τινι «τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ «δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβω»σιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων «στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελ»λομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύ»σαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δι' ὀλίγου «ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν «τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων 2.6.7 «στρατῷ τοσούτῳ πορίζεσθαι.» τοσαῦτα ὁ Βούζης εἰπὼν λέγειν μὲν τὰ ξύμφορα ἔδοξεν, ἔπραξε δὲ τῶν δεόντων οὐδέν. ἀπολέξας γὰρ εἴ τι ἐν τῷ Ῥωμαίων 2.6.8 στρατῷ δόκιμον ἦν, ἀπιὼν ᾤχετο. καὶ ὅποι ποτὲ γῆς ἐτύγχανεν οὔτε τις τῶν ἐν Ἱεραπόλει Ῥωμαίων οὔτε ὁ τῶν πολεμίων στρατὸς μαθεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. 2.6.9 Βασιλεὺς δὲ Ἰουστινιανὸς πυθόμενος τὴν Περσῶν ἔφοδον Γερμανὸν μὲν εὐθὺς τὸν ἀνεψιὸν τὸν αὑτοῦ ξὺν θορύβῳ πολλῷ τριακοσίους ἑπομένους ἔχοντα ἔπεμψε, στρατὸν δέ οἱ οὐκ ἐς μακρὰν ὑπέσχετο πολὺν 2.6.10 ἕψεσθαι. ἔς τε Ἀντιόχειαν ὁ Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε (τά τε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν), ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπι2.6.11 μαχώτατον κατενόησεν ὂν τὸ κατ' αὐτὴν τεῖχος. πέτρα γὰρ τυγχάνει τις ἐνταῦθά πη οὖσα, εὔρους μὲν ἐπὶ πλεῖστον ἱκανῶς ἔχουσα, ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου 2.6.12 ἐλασσουμένη. ἐκέλευεν οὖν ἢ τὴν πέτραν ἀποτεμνομένους βαθύν τινα βόθρον ἀμφὶ τὸ τεῖχος ἐργάζεσθαι, μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι, ἢ πύργον μέγαν τινὰ δειμαμένους ἐνταῦθα τὴν ἀπ' 2.6.13 αὐτοῦ οἰκοδομίαν ἐνάψαι τῷ τῆς πόλεως τείχει. ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα 2.6.14 εἴη. Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλεὶς τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα 2.6.15 τινὰ ἐπ' αὐτῷ εἶχεν. ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ ὁ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάν τε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ' αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος 2.6.16 παντὶ τῷ στρατῷ ἐπ' αὐτὴν ἴοι. ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήν τε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν. 2.6.17 Μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετὸν (ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότε)