158
δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων 4.14.13 ἔθνους. τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο 4.14.14 καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων. οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆ4.14.15 σθαι. μάλιστα δὲ αὐτοὺς ἡ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ' ἣν οὐχ οἷοί τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι 4.14.16 ἐργάζεσθαι ἐς ταύτην δὴ τὴν ἑορτὴν ἄγον. ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο 4.14.17 τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον. τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον· οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν 4.14.18 ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι. τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες, ἐς οὓς διατετάχαται, ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται· οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι 4.14.19 Πελοποννήσῳ προσέσχον. ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐρά4.14.20 σιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν. οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται, οἷς ἦν ἐν ἐπιμελείᾳ ἡ στάσις, ἔτι 4.14.21 μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς. καὶ λόγοι τε πολλοὶ περὶ τούτου καὶ ὅρκοι ἤδη ἐν τῷ στρατοπέδῳ ἐγίνοντο. ἐπειδή τε τὴν ἑορτὴν ἄγειν ἔμελλον, ἀχθόμενοι τῇ κωλύμῃ τῶν ἱερῶν οἱ Ἀρειανοὶ σφόδρα ἐνέκειντο. 4.14.22 Ἔδοξέ τε αὐτῶν τοῖς κορυφαίοις ἐν τῷ ἱερῷ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ, ἣν μεγάλην καλοῦσι, Σο4.14.23 λόμωνα κτεῖναι. καὶ ἔλαθόν γε οὐδενὸς τοῦτο δὴ ἐξενεγκόντος τὸ βούλευμα. ἅτε γὰρ πολλῶν ὄντων τῶν τὰ δεινὰ βουλευομένων ὁ λόγος περιφερόμενος ἐς δυσμενῆ οὐδένα ἐξέπιπτε, ταύτῃ τε λανθάνειν ἐξίσχυσαν, ἐπεὶ καὶ Σολόμωνος οἱ πολλοὶ δορυφόροι τε καὶ ὑπασπισταὶ καὶ τῶν οἰκετῶν οἱ πλεῖστοι ἐς ταύτην δὴ τὴν στάσιν ξυνετετάχατο τῇ τῶν χωρίων 4.14.24 ἐπιθυμίᾳ. ἡμέρας δὲ ἤδη τῆς κυρίας παρούσης Σολόμων μὲν ἐν τῷ ἱερῷ ἐκάθητο, μακρὰν τῶν αὑτοῦ 4.14.25 ἀπολελειμμένος κακῶν. ἐσελθόντες δὲ οἷς τὸν ἄνδρα τοῦτον κτεῖναι ἐδέδοκτο, νεύμασί τε ἀλλήλοις ἐγκελευσάμενοι, τῶν ξιφῶν ἥπτοντο, ἔδρασαν μέντοι οὐδὲν, ἢ τὰ τελούμενα τηνικαῦτα ἐν τῷ ἱερῷ αἰσχυνόμενοι, ἢ διὰ τὴν τοῦ στρατηγοῦ δόξαν ἐρυθριῶντες, ἢ καί 4.14.26 τι θεῖον αὐτοὺς διεκώλυσεν. ἐπειδὴ δὲ τά τε ἱερὰ ἐκείνῃ τῇ ἡμέρᾳ ἤσκητο ἤδη καὶ οἴκαδε ἐκομίζοντο ἕκαστοι, ἀλλήλους ᾐτιῶντο οἱ στασιῶται ἅτε μαλθακοὺς οὐκ ἐν δέοντι γεγενημένους, καὶ αὖθις ἀπετί4.14.27 θεντο ἐς τὴν ἐπιοῦσαν τὸ βούλευμα. ὁμοίως δὲ καὶ τῇ ὑστεραίᾳ διαγεγονότες ἄπρακτοι ἐκ τοῦ ἱεροῦ ἀνεχώρησαν, ἔς τε τὴν ἀγορὰν ἐλθόντες ἀλλήλοις ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, αὐτός τε ἕκαστος μαλθακόν τε τὸν πέλας καὶ τῆς ἑταιρίας διαλυτὴν ἀποκαλῶν τὴν 4.14.28 ἐς Σολόμωνα αἰδῶ ὀνειδίζειν οὐκ ἀπηξίου. διὸ δὴ οὐκέτι ἀκίνδυνον σφίσιν ᾤοντο ἔσεσθαι τὴν ἐν Καρχηδόνι διατριβὴν ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βού4.14.29 λευμα. οἱ μὲν οὖν πολλοὶ τῆς πόλεως ἔξω κατὰ τάχος γενόμενοι τά τε χωρία ἐληίζοντο καὶ Λίβυσιν οἷς ἂν ἐντύχοιεν ὡς πολεμίοις ἐχρῶντο· οἱ δὲ ἄλλοι ἐν τῇ πόλει διαμείναντες οὐ παρεῖχον αἴσθησιν ἧς εἶχον αὐτοὶ γνώμης, ἀλλ' ἀγνοεῖν τὰ βεβουλευμένα προσεποιοῦντο. 4.14.30 Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόν τε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίει ἐς εὔνοιαν 4.14.31 τὴν βασιλέως παρακαλῶν. οἱ δὲ κατ' ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέρᾳ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔς τε Σολόμωνα καὶ 4.14.32 τοὺς ἄλλους ἄρχοντας ἀνέδην