182
αὑτὴν παρεχομένη ἐν μέσῃ ἠπείρῳ, αὖθις ἀναλύουσα τὸν πορθμὸν, ἀναστρέφει ἀμφὶ δείλην ὀψίαν, καὶ ἐφ' αὑτὴν ξυνάγει τὸ 5.1.20 ῥεῦμα. ὅσοι οὖν ἐς τὴν πόλιν ἐσκομίζειν τὰ ἐπιτήδεια ἢ ἐνθένδε ἐκφέρειν κατ' ἐμπορίαν ἢ κατ' ἄλλην ἔχουσιν αἰτίαν, τὰ φορτία ἐν τοῖς πλοίοις ἐνθέμενοι, κατασπάσαντές τε αὐτὰ ἐν τῷ χωρίῳ οὗ δὴ ὁ πορθμὸς 5.1.21 γίνεσθαι εἴωθε, προσδέχονται τὴν ἐπιρροήν. καὶ ἐπειδὰν αὕτη ἀφίκηται, τά τε πλοῖα κατὰ βραχὺ ἐκ γῆς ἐπαιρόμενα πλεῖ καὶ οἱ ἀμφὶ ναῦται ἔργου ἐχόμενοι ναυ5.1.22 τίλλονται ἤδη. καὶ τοῦτο οὐκ ἐνταῦθα μόνον, ἀλλ' εἰς ἅπασαν τὴν ἐκείνῃ ἀκτὴν ἐς ἀεὶ γίγνεται, ἄχρι ἐς 5.1.23 Ἀκυλήιαν πόλιν. οὐ μέντοι κατὰ ταὐτὰ ἐς τὸν ἅπαντα χρόνον γίνεσθαι εἴωθεν, ἀλλ' ἡνίκα μὲν βραχὺ φαίνεται τῆς σελήνης τὸ φῶς, οὐδὲ ἡ τῆς θαλάσσης πρόοδος ἰσχυρὰ γίγνεται, μετὰ δὲ τὴν πρώτην διχότομον ἄχρι ἐς τὴν ἑτέραν καρτερὰ μᾶλλον ἡ ἐπιρροὴ γίνεσθαι πέφυκε. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει. 5.1.24 Ἐπεὶ δὲ τρίτον ἔτος Γότθοις τε καὶ Θευδερίχῳ Ῥάβενναν πολιορκοῦσιν ἐτέτριπτο ἤδη, οἵ τε Γότθοι ἀχθόμενοι τῇ προσεδρείᾳ καὶ οἱ ἀμφὶ Ὀδόακρον πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὑπὸ διαλλακτῇ τῷ Ῥαβέννης ἱερεῖ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ' ᾧ Θευδέριχός τε καὶ Ὀδόακρος ἐν Ῥαβέννῃ ἐπὶ τῇ ἴσῃ5.1.25 καὶ ὁμοίᾳ δίαιταν ἕξουσι. καὶ χρόνον μέν τινα διεσώσαντο τὰ ξυγκείμενα, μετὰ δὲ Θευδέριχος Ὀδόακρον λαβὼν, ὥς φασιν, ἐπιβουλῇ ἐς αὐτὸν χρώμενον, νῷ τε δολερῷ καλέσας ἐπὶ θοίνην ἔκτεινε, καὶ ἀπ' αὐτοῦ βαρβάρων τῶν πολεμίων προσποιησάμενος ὅσους περιεῖναι ξυνέπεσεν αὐτὸς ἔσχε τὸ Γότθων τε καὶ Ἰταλιω5.1.26 τῶν κράτος. καὶ βασιλέως μὲν τοῦ Ῥωμαίων οὔτε τοῦ σχήματος οὔτε τοῦ ὀνόματος ἐπιβατεῦσαι ἠξίωσεν, ἀλλὰ καὶ ῥὴξ διεβίου καλούμενος (οὕτω γὰρ σφῶν τοὺς ἡγεμόνας καλεῖν οἱ βάρβαροι νενομίκασι), τῶν μέντοι κατηκόων τῶν αὑτοῦ προὔστη ξύμπαντα περιβαλλό5.1.27 μενος ὅσα τῷ φύσει βασιλεῖ ἥρμοσται. δικαιοσύνης τε γὰρ ὑπερφυῶς ἐπεμελήσατο καὶ τοὺς νόμους ἐν τῷ βεβαίῳ διεσώσατο, ἔκ τε βαρβάρων τῶν περιοίκων τὴν χώραν ἀσφαλῶς διεφύλαξε, ξυνέσεώς τε καὶ ἀνδρίας 5.1.28 ἐς ἄκρον ἐληλύθει ὡς μάλιστα. καὶ ἀδίκημα σχεδόν τι οὐδὲν οὔτε αὐτὸς ἐς τοὺς ἀρχομένους εἰργάζετο οὔτε τῳ ἄλλῳ τὰ τοιαῦτα ἐγκεχειρηκότι ἐπέτρεπε, πλήν γε δὴ ὅτι τῶν χωρίων τὴν μοῖραν ἐν σφίσιν αὐτοῖς Γότθοι ἐνείμαντο, ἥνπερ Ὀδόακρος τοῖς στασιώταις τοῖς αὑτοῦ 5.1.29 ἔδωκεν. ἦν τε ὁ Θευδέριχος λόγῳ μὲν τύραννος, ἔργῳ δὲ βασιλεὺς ἀληθὴς τῶν ἐν ταύτῃ τῇ τιμῇ τὸ ἐξ ἀρχῆς ηὐδοκιμηκότων οὐδενὸς ἧσσον, ἔρως τε αὐτοῦ ἔν τε Γότθοις καὶ Ἰταλιώταις πολὺς ἤκμασε, καὶ ταῦτα ἄπο 5.1.30 τοῦ ἀνθρωπείου τρόπου. ἑτέρων γὰρ ἕτερα ἐν ταῖς πολιτείαις ἀεὶ αἱρουμένων τὴν ἐφεστῶσαν ἀρχὴν ξυμβαίνει ἀρέσκειν μὲν ἐν τῷ παραυτίκα οἷς ἂν ἐν ἡδονῇ τὰ πρασσόμενα ᾖ, λυπεῖν δὲ ὧν τῆς γνώμης ἀπ' ἐναν5.1.31 τίας χωρήσειεν. ἔτη δὲ ἐπιβιοὺς ἑπτὰ καὶ τριάκοντα ἐτελεύτησε, φοβερὸς μὲν τοῖς πολεμίοις γεγονὼς ἅπασι, πόθον δὲ αὑτοῦ πολύν τινα ἐς τοὺς ὑπηκόους ἀπολιπών. ἐτελεύτησε δὲ τρόπῳ τοιῷδε. 5.1.32 Σύμμαχος καὶ Βοέτιος, ὁ τούτου γαμβρὸς, εὐπατρίδαι μὲν τὸ ἀνέκαθεν ἤστην, πρώτω δὲ βουλῆς τῆς 5.1.33 Ῥωμαίων καὶ ὑπάτω ἐγενέσθην ἄμφω. φιλοσοφίαν δὲ ἀσκήσαντε καὶ δικαιοσύνης ἐπιμελησαμένω οὐδενὸς ἧσσον, πολλοῖς τε ἀστῶν καὶ ξένων χρήμασι τὴν ἀπορίαν ἰασαμένω καὶ δόξης ἐπὶ μέγα χωρήσαντε ἄνδρας ἐς 5.1.34 φθόνον τοὺς πονηροτάτους ἐπηγαγέτην. οἷς δὴ συκοφαντοῦσι Θευδέριχος ἀναπεισθεὶς ἅτε νεωτέροις πράγμασιν ἐγχειροῦντε τὼ ἄνδρε τούτω ἔκτεινε καὶ τὰ χρή5.1.35 ματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο. δειπνοῦντι δέ οἱ ἡμέραις ὀλίγαις ὕστερον ἰχθύος μεγάλου κεφαλὴν οἱ θεράποντες παρετίθεσαν. αὕτη Θευδερίχῳ 5.1.36 ἔδοξεν ἡ κεφαλὴ Συμμάχου νεοσφαγοῦς εἶναι. καὶ τοῖς μὲν ὀδοῦσιν ἐς χεῖλος τὸ κάτω ἐμπεπηγόσι, τοῖς δὲ ὀφθαλμοῖς βλοσυρόν τι ἐς αὐτὸν καὶ μανικὸν ὁρῶ5.1.37 σιν, ἀπειλοῦντί οἱ ἐπὶ πλεῖστον ἐῴκει. περιδεὴς δὲ τῷ ὑπερβάλλοντι τοῦ τέρατος γεγονὼς καὶ ῥιγώσας ἐκτόπως ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησε δρόμῳ, τρι5.1.38