117
προΐεσθαι καὶ χρημάτων «δαπανᾶν πλῆθος, καὶ τοὺς ὑπὲρ τῶν ἀγώνων ὑφίστα»σθαι πόνους. νίκη γὰρ ἐπιγενομένη πάντα καλύπτει 3.10.13 «τὰ τοῦ πολέμου πάθη. εἰ δὲ ταῦτα μὲν ἐν τοῖς τοῦ «θεοῦ γούνασι κεῖται, παραδείγμασι δὲ τῶν προγεγε»νημένων χρωμένους ἡμᾶς ἀνάγκη δεδιέναι τὸ τοῦ «πολέμου πέρας, πῶς οὐχὶ τῶν ἐν τοῖς ἀγῶσι κινδύνων 3.10.14 «τὸ τὴν ἡσυχίαν ἀγαπᾶν ἄμεινον; ἐπὶ Καρχηδόνα «διανοῇ στρατεύειν, εἰς ἣν κατὰ μὲν τὴν ἤπειρον ἰόντι «ὁδὸς τεσσαράκοντα καὶ ἑκατὸν ἡμερῶν ἐστι, πλέοντι «δὲ ἀνάγκη τὸ πέλαγος ὅλον ἀμειψαμένῳ πρὸς τὰς «ἐσχατιὰς τῆς θαλάσσης ἐλθεῖν. ὥστε τῶν ἐν τῷ «στρατοπέδῳ ξυμβησομένων ἐνιαύσιόν σοι δεήσει τὸν 3.10.15 «ἄγγελον ἥκειν. προσθείη δὲ ἄν τις ὡς, ἢν μὲν κρα»τήσῃς τῶν πολεμίων, Λιβύης μεταποιεῖσθαι οὐκ ἂν «δύναιο, τῆς τε Σικελίας καὶ Ἰταλίας ὑφ' ἑτέροις κει3.10.16 «μένης· ἢν δέ τι καὶ πταίσῃς, ὦ βασιλεῦ, λελυμένων «ἤδη σοι τῶν σπονδῶν, εἰς τὴν ἡμετέραν τὸν κίνδυνον «ἄξεις· ξυνελόντι τε εἰπεῖν οὔτε ἀπόνασθαι παρέσται «σοι τῆς νίκης καὶ τὸ τῆς τύχης ἐναντίωμα λυμανεῖται 3.10.17 «τοῖς εὖ καθεστῶσι. πρὸ τῶν πραγμάτων τὸ τῆς «εὐβουλίας ὄφελός ἐστι. τοῖς μὲν γὰρ ἐπταικόσι τὸ «μεταμελεῖσθαι ἀνόνητον, πρὸ δὲ τῶν δεινῶν τὸ με»ταμανθάνειν ἀκίνδυνον. οὐκοῦν ξυνοίσει πάντων «μάλιστα τὸ τοῖς καιροῖς ἐν δέοντι χρῆσθαι.» 3.10.18 Ἰωάννης μὲν τοσαῦτα εἶπεν. ἀποδεξάμενος δὲ βασιλεὺς τὴν ἐς τὸν πόλεμον προθυμίαν κατέπαυσε. τῶν δέ τις ἱερέων, οὓς δὴ ἐπισκόπους καλοῦσιν, ἐκ τῆς ἑῴας ἥκων ἔφη ἐς λόγους τῷ βασιλεῖ ἐλθεῖν βούλεσθαι. 3.10.19 καὶ ἐπειδὴ αὐτῷ ξυνέμιξεν, ἔλεγέν οἱ τὸν θεὸν ἐπισκῆψαι ὄναρ γενέσθαι τε ὡς βασιλέα καὶ αὐτὸν αἰτιάσασθαι ὅτι δὴ Χριστιανοὺς τοὺς ἐν Λιβύῃ ῥύεσθαι ἐκ τυράννων 3.10.20 ὑποδεξάμενος εἶτα λόγῳ οὐδενὶ κατωρρώδησε· «καίτοι «αὐτὸς» ἔφη «οἱ πολεμοῦντι ξυλλήψομαι Λιβύης τε 3.10.21 «κύριον θήσομαι.» ταῦτα βασιλεὺς ἐπεὶ ἤκουσε, κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἤγειρεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζε καὶ Βελισαρίῳ ἐν παρασκευῇ ἐπήγγελλεν εἶναι ὡς ἐν 3.10.22 Λιβύῃ στρατηγήσοντι αὐτίκα μάλα. Τρίπολιν δὲ τὴν ἐν Λιβύῃ τῶν τις ἐπιχωρίων Πουδέντιος ἀπὸ Βανδίλων ἀπέστησε. πέμψας τε ὡς βασιλέα ἐδεῖτό οἱ στρα3.10.23 τιὰν στεῖλαι· πόνῳ γὰρ αὐτῷ τὴν χώραν οὐδενὶ προσποιήσειν· ὁ δέ οἱ ἄρχοντά τε Ταττιμοὺθ καὶ 3.10.24 στράτευμα οὐ πολὺ ἔστειλεν. ὃ δὴ ἑταιρισάμενος Πουδέντιος Βανδίλων οὐ παρόντων τήν τε χώραν ἔσχε καὶ βασιλεῖ προσεποίησε. τῷ δὲ Γελίμερι τιμωρεῖν βουλομένῳ Πουδέντιον ἐναντίωμα ξυνέπεσε τόδε. 3.10.25 Γώδας τις ἦν ἐν τοῖς Γελίμερος δούλοις, Γότθος τὸ γένος, θυμοειδὴς μὲν καὶ δραστήριος καὶ πρὸς ἰσχὺν ἱκανῶς πεφυκὼς, εὐνοϊκῶς δὲ δοκῶν ἐς τὰ τοῦ 3.10.26 δεσπότου πράγματα ἔχειν. τούτῳ τῷ Γώδᾳ ὁ Γελίμερ Σαρδὼ τὴν νῆσον ἐπέτρεψε, φυλακῆς τε ἕνεκα καὶ 3.10.27 φόρον τὸν ἐπέτειον ἀποφέρειν. ὁ δὲ τὴν ἀπὸ τῆς τύχης εὐημερίαν οὔτε καταπέψαι οὔτε τῇ ψυχῇ φέρειν οἷός τε ὢν τυραννίδι ἐπεχείρησε, καὶ οὐδὲ τὴν τοῦ φόρου ἀπαγωγὴν ἀποφέρειν ἔτι ἠξίου, ἀλλὰ καὶ τὴν 3.10.28 νῆσον αὐτὸς Βανδίλων ἀποστήσας εἶχε. καὶ ἐπεὶ ᾔσθετο βασιλέα Ἰουστινιανὸν πολεμησείοντα ἐπί τε 3.10.29 Λιβύην καὶ Γελίμερα, ἔγραψε πρὸς αὐτὸν τάδε «Οὔτε «ἀγνωμοσύνῃ εἴκων οὔτε τι ἄχαρι πρὸς δεσπότου «παθὼν τοῦ ἐμοῦ εἰς ἀπόστασιν εἶδον, ἀλλὰ τἀνδρὸς «ἰδὼν τὴν ὠμότητα ἰσχυρὰν οἵαν εἴς τε τὸ ξυγγενὲς «καὶ ὑπήκοον μετέχειν τῆς ἀπανθρωπίας οὐκ ἂν δό3.10.30 «ξαιμι ἑκών γε εἶναι. ἄμεινον γὰρ βασιλεῖ δικαίῳ «ὑπηρετεῖν ἢ τυράννῳ τὰ οὐκ ἔννομα ἐπαγγέλλοντι. 3.10.31 «ἀλλ' ὅπως μὲν συλλήψῃ μοι ταῦτα σπουδάζοντι, «ὅπως δὲ στρατιώτας πέμποις ὥστε με ἀμύνεσθαι τοὺς 3.10.32 «ἐπιόντας ἱκανῶς ἔχειν.» ταύτην βασιλεὺς ἄσμενος λαβὼν τὴν ἐπιστολὴν Εὐλόγιον πρεσβευτὴν ἔπεμψε καὶ γράμματα ἔγραψεν, ἐπαινῶν τὸν Γώδαν τῆς τε ξυνέσεως καὶ τῆς ἐς τὴν δικαιοσύνην προθυμίας, ξυμμαχίαν τε ἐπαγγελλόμενος καὶ στρατιώτας καὶ στρατηγὸν, ὃς αὐτῷ ξυμφυλάξαι τε τὴν νῆσον οἷός τε εἴη καὶ τὰ ἄλλα ξυλλήψεσθαι, ὥστε αὐτῷ δύσκολον μηδὲν 3.10.33 πρὸς