63
ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι. 2.11.1 Τότε ὁ Χοσρόης ἐς Σελεύκειαν, πόλιν ἐπιθαλασσίαν, Ἀντιοχείας τριάκοντα καὶ ἑκατὸν σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθά τε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐκ τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσας τε τῷ ἡλίῳ καὶ οἷστισιν ἄλλοις ἐβούλετο, πολλά τε ἐπιθειάσας ὀπίσω ἀπή2.11.2 λαυνεν. ἔς τε τὸ στρατόπεδον ἀφικόμενος ἐπιθυμίαν οἱ ἔφασκέ τινα εἶναι τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου τοῦ ἕνεκα ἢ ἱστορίας θεάσασθαι. 2.11.3 ξυνεχώρουν τε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ' ᾧ μέντοι αὐτὸν θεασάμενόν τε τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας οὐδέν τι 2.11.4 ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω. ἔνδηλος δὲ ἦν ὁ Χοσρόης τοῖς τε πρέσβεσι καὶ πᾶσι τοῖς ἄλλοις ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήν τε καὶ τὴν ἐκείνῃ χώραν ληίσηται. τότε μὲν οὖν ἐς ∆άφνην ἀνέβη, τὸ Ἀντιοχείας προάστειον. 2.11.5 ἔνθα δὴ τό τε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς· ἄμφω γὰρ ἀξιοθέατα 2.11.6 ἐπιεικῶς ἐστι. καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο, ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας ξὺν ἑτέραις τισὶν οἰκίαις ἐξ 2.11.7 αἰτίας τοιᾶσδε. Πέρσης ἀνὴρ ἵππῳ ὀχούμενος, ἔν τε τῷ Περσῶν στρατῷ δόκιμος καὶ Χοσρόῃ βασιλεῖ γνώριμος, ἐς χῶρον κρημνώδη ἀμφὶ τὸν λεγόμενον Τρητὸν ἦλθε ξὺν ἑτέροις τισὶν, οὗ δὴ τοῦ ἀρχαγγέλου Μιχαὴλ 2.11.8 νεώς ἐστιν, Εὐάριδος ἔργον. οὗτος ἀνὴρ τῶν τινα Ἀντιοχέων νεανίαν πεζόν τε καὶ μόνον κρυπτόμενον ἐνταῦθα ἰδὼν ἐδίωκε τῶν ἑτέρων χωρίς. ἦν δὲ κρεο2.11.9 πώλης ὁ νεανίας, Ἀείμαχος ὄνομα. ὃς ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἐπιστραφεὶς ἐκ τοῦ αἰφνιδίου λίθῳ τὸν διώκοντα βάλλει, ἐπιτυγχάνει τε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα. καὶ ὁ μὲν ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὁ δὲ αὐτοῦ τὸν ἀκινάκην σπα2.11.10 σάμενος κτείνει τὸν ἄνδρα. σκυλεύσας τε αὐτοῦ κατ' ἐξουσίαν τά τε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπί τε τὸν ἵππον 2.11.11 ἀναθορὼν πρόσω ἤλαυνεν. εἴτε δὲ τύχῃ εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖν τε τοὺς πολεμίους καὶ 2.11.12 διαφυγεῖν παντελῶς ἴσχυσε. ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας τῶν οἱ ἑπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν, οὗ πρόσθεν 2.11.13 ἐμνήσθην, ἐκέλευεν. οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ' αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖς τε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε. 2.11.14 Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ τοῦ σταυροῦ μέρος, ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτε ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς 2.11.15 κομισθὲν λάθρα. καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ' ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ. 2.11.16 τότε οὖν ὁ τῶν Ἀπαμέων λεὼς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, 2.11.17 ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν. ὁ δὲ κατὰ ταῦτα ἐποίει. τότε δὴ θέαμα ξυνηνέχθη λόγου τε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ' αὐτὸν τῆς ὀροφῆς 2.11.18 μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο. βαδίζοντός τε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας,