397
αὑτοῦ ἀδελφιδοῦν, ξὺν τοῖς ἑπομένοις ἐξηγεῖσθαι τῆς ὁδοῦ ἄχρι ἐς τὰ Ῥωμαίων ὅρια σφίσι κελεύσας, ὅπως μηδενὶ ἐν 8.33.3 τῇ ἀποπορείᾳ λυμήνωνται. ἐπειδὴ δὲ Λαγγοβάρδαι ἀπηλλάγησαν ἐκ Ῥωμαίων τῆς γῆς, Βαλεριανὸς ἐστρατοπεδεύσατο ἀμφὶ πόλιν Βερώναν, ὡς πολιορκήσων τε 8.33.4 καὶ παραστησόμενος αὐτὴν βασιλεῖ. δείσαντές τε οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες Βαλεριανῷ ἐς λόγους ἦλθον, ὡς σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ 8.33.5 ἐνδώσοντες. ἃ δὴ Φράγγοι μαθόντες, ὅσοι φρουρὰν ἐς τὰ ἐπὶ Βενετίας χωρία εἶχον, διεκώλυον προθυμίᾳ τῇ πάσῃ τῆς χώρας ἅτε αὐτοῖς προσηκούσης ἀξιοῦντες μεταποιεῖσθαι. καὶ ἀπ' αὐτοῦ ἄπρακτος ἐνθένδε παντὶ 8.33.6 τῷ στρατεύματι Βαλεριανὸς ἀνεχώρησε. Γότθοι δὲ, ὅσοι ἀποφυγόντες ἐκ τῆς ξυμβολῆς διεσώθησαν, διαβάντες ποταμὸν Πάδον, πόλιν τε Τικινὸν καὶ τὰ ἐκείνῃ χωρία ἔσχον, ἄρχοντά τε τὸν Τεΐαν κατεστή8.33.7 σαντο σφίσιν. ὃς δὴ τὰ χρήματα εὑρὼν ἅπαντα, ὅσα Τουτίλας ἔτυχεν ἐν Τικινῷ καταθέμενος, Φράγγους ἐς ξυμμαχίαν ἐπαγαγέσθαι διενοεῖτο, Γότθους δὲ ὡς ἐκ τῶν παρόντων διεῖπέ τε καὶ διεκόσμει, ξυλλέγων σπουδῇ 8.33.8 ἀμφ' αὑτὸν ἅπαντας. ταῦτα ὁ Ναρσῆς ἀκούσας Βαλεριανὸν μὲν ἐκέλευσε πᾶσι τοῖς ἑπομένοις ἀμφὶ Πάδον ποταμὸν φυλακὴν ἔχειν, ὅπως μὴ Γότθοι ἀδεέστερον ξυστήσεσθαι δυνατοὶ εἶεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ 8.33.9 στρατῷ ἐπὶ Ῥώμην ᾔει. ἐν Τούσκοις τε γενόμενος Ναρνίαν μὲν ὁμολογίᾳ εἷλε, καὶ Σπολιτινοῖς ἀτειχίστοις οὖσι φρουρὰν ἔλιπεν, ἀνοικοδομήσασθαι ὅτι τάχιστα ἐπιστείλας ὅσα τοῦ περιβόλου καθελόντες ἐτύγχανον 8.33.10 Γότθοι. ἔπεμψε δὲ καί τινας ἀποπειρασομένους τοῦ ἐν Περυσίᾳ φυλακτηρίου. ἡγοῦντο δὲ τῶν ἐν Περυσίᾳ φρουρῶν αὐτόμολοι γεγονότες Ῥωμαῖοι δύο, Μελιγήδιός τε καὶ Οὔλιφος, ὅσπερ Κυπριανοῦ δορυφόρος γεγονὼς πρότερον, Τουτίλᾳ πολλά οἱ ἐπαγγειλαμένῳ ἀναπεισθεὶς Κυπριανὸν τότε ἄρχοντα τοῦ ἐνταῦθα 8.33.11 φυλακτηρίου δόλῳ ἔκτεινεν. ὁ μὲν οὖν Μελιγήδιος λόγους τοῦ Ναρσοῦ ἐνδεξάμενος ἐβουλεύετο ξὺν τοῖς οἱ ἑπομένοις Ῥωμαίοις τὴν πόλιν ἐνδοῦναι, οἱ δὲ ἀμφὶ τὸν Οὔλιφον τῶν πρασσομένων αἰσθόμενοι ξυνί8.33.12 σταντο ἐπ' αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς. καὶ Οὔλιφος μὲν ξὺν τοῖς οἱ ὁμογνωμονοῦσιν αὐτοῦ διεφθάρη, Μελιγήδιος δὲ παρέδωκε Περυσίαν Ῥωμαίοις αὐτίκα. τῷ μέντοι Οὐλίφῳ ξυνέβη τίσις ἐκ τοῦ θεοῦ δηλονότι ἐπιπεσοῦσα, ἐν αὐτῷ μάλιστα διεφθάρθαι τῷ χώρῳ, ἵνα δὴ αὐτὸς τὸν Κυπριανὸν διεχρήσατο. ταῦτα μὲν δὴ οὕτω κεχώρηκε. 8.33.13 Γότθοι δὲ οἱ ἐν Ῥώμῃ φυλακὴν ἔχοντες ἐπειδὴ Ναρσῆν τε καὶ τὸν Ῥωμαίων στρατὸν ἐπὶ σφᾶς ἰόντας ἄγχιστά πη ἐπύθοντο εἶναι, παρεσκευάζοντο ὡς τὰ 8.33.14 δυνατὰ σφίσιν ὑπαντιάσοντες. ἐτύγχανε δὲ Τουτίλας πολλὰς μὲν ἐμπρησάμενος τῆς πόλεως οἰκοδομίας, ἡνίκα δὴ αὐτὴν τὸ πρῶτον ἐξεῖλεν. ** ἐν ὑστάτῳ δὲ λογισάμενος, ὡς ἐς ὀλίγους ἀποκεκριμένοι οὐχ οἷοί τέ εἰσι τὸ λοιπὸν Γότθοι ἅπαντα τὸν περίβολον Ῥώμης διαφυλάξαι, τειχίσματι βραχεῖ ὀλίγην τινὰ τῆς πόλεως μοῖραν ἀμφὶ τὸν Ἀδριανοῦ περιβαλὼν τάφον καὶ αὐτὸ τῷ προτέρῳ τείχει ἐνάψας φρουρίου κατεστήσατο σχῆμα. 8.33.15 ἐνταῦθά τε τὰ σφίσιν αὐτοῖς τιμιώτατα καταθέμενοι Γότθοι ἐς μὲν τὸ ἀκριβὲς τὸ φρούριον τοῦτο ἐφύλασσον, τὸ δὲ ἄλλο τῆς πόλεως τεῖχος ἀπημελημένον 8.33.16 ὑπερεώρων. φρουροὺς τοίνυν σφῶν ἐν τούτῳ τῷ χωρίῳ τηνικάδε ἀπολιπόντες ὀλίγους τινὰς οἱ λοιποὶ ἅπαντες ἀμφὶ τὰς ἐπάλξεις τοῦ τῆς πόλεως γενόμενοι τείχους τῶν πολεμίων ἀποπειράσασθαι τειχομαχούντων 8.33.17 ἐν σπουδῇ εἶχον. ὅλον μὲν οὖν τὸν Ῥώμης περίβολον διὰ μεγέθους ὑπερβολὴν οὔτε Ῥωμαῖοι ἐπιόντες περι8.33.18 βάλλεσθαι εἶχον οὔτε Γότθοι φρουρεῖν. διασκεδαννύμενοι δὲ οἱ μὲν ὅπη παρατύχοι προσέβαλλον, οἱ δὲ ὡς ἐκ τῶν παρόντων ἠμύνοντο. καὶ Ναρσῆς μὲν τοξοτῶν ἐπαγόμενος μέγα τι χρῆμα ἐς μοῖράν τινα τοῦ περιβόλου ἐπέσκηπτεν, ἑτέρωθι δὲ Ἰωάννης ὁ Βιτα8.33.19 λιανοῦ ξὺν τοῖς οἱ ἑπομένοις προσέβαλλε. Φιλημοὺς δὲ καὶ οἱ Ἔρουλοι κατ' ἄλλο τι μέρος ἠνώχλουν, ἑκαστάτω τε αὐτῶν οἱ λοιποὶ εἵποντο. ἐτειχομάχουν 8.33.20 δὲ ἅπαντες ὡς ἀπωτάτω ἀλλήλων ὄντες. καὶ