354
γόνον τῇ ἀπανθρωπίᾳ τῇ αὐτοῦ ἀνέπαφον μεῖναι. τῶν γάρ οἱ παίδων ὁ πρεσβύτατος Ἀνασώζαδος ὄνομα (δύναται δὲ τοῦτο τῇ Περσῶν φωνῇ ἀθανατίζων) προσκεκρουκὼς αὐτῷ ἔτυχεν, ἄλλα τε πολλὰ τῇ ἐς τὴν δίαιταν παρανομίᾳ ἐξαμαρτὼν καὶ ταῖς γυναιξὶ τοῦ πατρὸς ὀκνήσει οὐδεμιᾷ ἐς εὐνὴν συνιών. τὰ μὲν οὖν πρῶτα φυγῇ τὸν παῖδα τοῦτον ὁ Χοσρόης ἐζη8.10.9 μίωσεν. ἔστι δέ τις ἐν Πέρσαις Οὐαζαΐνη χώρα, ἀγαθὴ μάλιστα, οὗ δὴ πόλις Βηλαπατὼν καλουμένη 8.10.10 οἰκεῖται, ἑπτὰ ἡμερῶν ὁδῷ Κτησιφῶντος διέχουσα. ἐνταῦθα τοῦ πατρὸς ἐπαγγείλαντος Ἀνασώζαδος οὗτος διατριβὴν εἶχε. τότε δὲ τῷ Χοσρόῃ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέχθη ἐξ ἀνθρώπων ἀφανισθῆναι· 8.10.11 νοσώδης γὰρ ἦν ὁ Χοσρόης φύσει. ἀμέλει καὶ τοὺς ἰατροὺς πανταχόθεν πολλάκις ἀμφ' αὑτὸν ἤγειρεν, ἐν τοῖς καὶ Τριβοῦνος ὁ ἰατρὸς ἦν, Παλαιστῖνος γένος. 8.10.12 ὁ δὲ Τριβοῦνος οὗτος λόγιος μὲν ἦν καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων. 8.10.13 καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος. 8.10.14 ἡνίκα τοίνυν ἡ ταύτης προτέρα ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τέ οἱ αἰτήσεως ἐπιτελεσθείσης, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι 8.10.15 ὅτου ἂν δέηται. ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων τῶν αἰχμαλώτων τινὰς 8.10.16 Χοσρόην ἀφεῖναι. ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμαλώτοις λογίμους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχε. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι. 8.10.17 Ἐπειδὴ δὲ Ἀνασώζαδος τὰ Χοσρόῃ τῷ πατρὶ ἀμφὶ τῇ νόσῳ ξυμπεσόντα ἔγνω, τῆς βασιλείας ἐπιβατεύων, 8.10.18 νεώτερα πράγματα ἔπρασσε. τοῦ τε πατρός οἱ ῥαΐσαντος, οὐδέν τι ἧσσον τήν τε πόλιν αὐτὸς ἀποστήσας 8.10.19 καὶ ὅπλα ἀντάρας ἐς τὸν πόλεμον ἀκμάζων ᾔει. ταῦτα ὁ Χοσρόης ἀκούσας στρατιάν τε καὶ στρατηγὸν Φάβριζον ἐπ' αὐτὸν ἔπεμψε. νικήσας οὖν τῇ μάχῃ ὁ Φάβριζος ὑποχείριόν τε τὸν Ἀνασώζαδον πεποιημένος παρὰ 8.10.20 Χοσρόην οὐ πολλῷ ὕστερον ἤνεγκε. καὶ ὃς τοὺς τοῦ παιδὸς ὀφθαλμοὺς ἐλωβήσατο, οὐ τὰς ὄψεις ἀφελόμενος, ἀλλὰ βλέφαρά τε ἄνω καὶ κάτω ἀκοσμίᾳ πολλῇ 8.10.21 ἀντιστρέψας. περόνην γὰρ σιδηρᾶν πυρακτώσας τινὰ καὶ ταύτῃ μυόντοιν τοῖν τοῦ παιδὸς ὀφθαλμοῖν τὰ ἔξω χρίσας, οὕτω δὴ τῶν βλεφάρων τὸν κόσμον λω8.10.22 βήσασθαι ἔσχε. ταῦτα δὲ Χοσρόης τούτου δὴ ἕνεκα. ἐποίει μόνον, ὅπως ἂν τῷ παιδὶ ἀναστέλληται ἡ ἐπὶ τῇ βασιλείᾳ ἐλπίς. ἄνδρα γὰρ λώβῃ ἐχόμενον οὐκέτι ὁ νόμος ἐφίησι βασιλέα καθίστασθαι Πέρσαις, ὥσπερ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. 8.11.1 Τῷ μὲν οὖν Ἀνασωζάδῳ τά τε τῆς τύχης καὶ τοῦ τρόπου ἐς τοῦτο ἐτελεύτα· τὸ δὲ πέμπτον ἔτος 8.11.2 τῆς ἐκεχειρίας διήνυστο. καὶ Πέτρον μὲν ἄνδρα πατρίκιον, τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα, παρὰ Χοσρόην Ἰουστινιανὸς βασιλεὺς ἔστελλεν, ἐφ' ᾧ τὰς σπονδὰς 8.11.3 ἀμφὶ τῇ ἑῴᾳ παντάπασι διοικήσονται. ὁ δὲ αὐτὸν ἀπεπέμψατο, ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοί8.11.4 σειν μέλλει. Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν, ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον, οὗ δὴ ὅ τε τῦφος καὶ τὸ φύσημα φορητὸν 8.11.5 εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν. ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τὰς παῖδας καὶ τὸν ἀδελφὸν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος. εἴκασεν ἄν 8.11.6 τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι. εἵποντο δὲ αὐτῷ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ δια8.11.7 δήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν. ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς οὐ κατὰ πρεσβευτὴν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε.