322
στερήσονται. βασιλεὺς μέντοι τὴν δέησιν 7.31.7 ἐπιτελῆ ἐποίει. καὶ τὸν Ἀρταβάνην ἐς Βυζάντιον μετεπέμπετο, ἕτερον ἀντικαταστήσας Λιβύης στρατηγὸν, 7.31.8 ᾗπέρ μοι δεδιήγηται. γενόμενον δὲ τὸν Ἀρταβάνην ἐν Βυζαντίῳ ὁ μὲν δῆμος τῶν πεπραγμένων ἐθαύ7.31.9 μαζε καὶ ἄλλως ἠγάπα. ἦν γὰρ εὐμήκης τε τὸ σῶμα καὶ καλὸς, τό τε ἦθος ἐλευθέριος καὶ ὀλίγα ἄττα φθεγγόμενος. βασιλεὺς δὲ αὐτὸν ἐν τοῖς μάλιστα 7.31.10 ἐτετιμήκει. στρατηγόν τε γὰρ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν καὶ ἄρχοντα φοιδεράτων καταστησάμενος ἐς 7.31.11 τῶν ὑπάτων ἀνεγράψατο τὸ ἀξίωμα. τῇ μέντοι Πρεϊέκτᾳ ξυνοικίζεσθαι οὐδαμῆ ἴσχυσεν. ἦν γὰρ αὐτῷ γυνὴ πρότερον ξυγγενής τε οὖσα καὶ ἐκ παιδὸς αὐτῷ ἐς 7.31.12 γάμον ἐλθοῦσα. ἣν δὴ πολλῷ ἔμπροσθεν ἀποσεισάμενος αὐτὸς ἔτυχε τῶν τινος ἴσως παραπεπτωκυίας αἰτίας, ὧν δὴ ἕνεκα γυναῖκας ἀνδράσι προσκρούειν 7.31.13 ξυμβαίνει. αὕτη, τέως μὲν τῷ Ἀρταβάνῃ οὐκ εὖ καθεστήκει τὰ πράγματα, οἴκοι καθῆστο ἐν πάσῃ ἀπραγμοσύνῃ, τὰ παρόντα σιωπῇ φέρουσα· ἐπεὶ δὲ Ἀρταβάνης ἤδη λαμπρός τε τοῖς ἔργοις καὶ μέγας ἐγεγόνει ταῖς τύχαις, οὐκ ἐνεγκοῦσα ἡ γυνὴ ἔτι τὴν ἀτιμίαν ἐς Βυζάντιον ἦλθεν. ἱκέτις τε γενομένη τῆς βασιλίδος 7.31.14 ἀπολαβεῖν τὸν ἄνδρα ἠξίου. ἡ δὲ βασιλὶς (ἐπεφύκει γὰρ ἀεὶ δυστυχούσαις γυναιξὶ προσχωρεῖν) ἀκουσίῳ αὐτὴν τῷ Ἀρταβάνῃ ὡς μάλιστα ξυνοικεῖν ἔγνω, τήν τε Πρεϊέκταν Ἰωάννης ὁ Πομπηίου τοῦ Ὑπατίου γυ7.31.15 ναῖκα γαμετὴν ἐποιήσατο. ταύτην Ἀρταβάνης τὴν ξυμφορὰν οὐκ ἤνεγκε πρᾴως, ἀλλ' ἠγριαίνετό τε καὶ ἀγαθὰ εἰργασμένον Ῥωμαίους ἔλεγε τόσα ** γυναῖκα μὲν τήν οἱ αὐτῷ κατηγγυημένην ἑκόντα ἑκοῦσαν ἀγαγέσθαι οὐδεὶς ἐῴη, τῇ δὲ πάντων αὐτῷ δυσμενεστάτῃ οὔσῃ πλησιάζειν ἀναγκάζηται τὸν ἅπαντα χρόνον· ὃ δὴ μάλιστα 7.31.16 ἀνθρώπου ψυχὴν ἀνιᾶν πέφυκεν. ὥστε ἀμέλει οὐ πολλῷ ὕστερον ἐπειδὴ τάχιστα ἡ βασιλὶς ἐξ ἀνθρώπων ἠφάνιστο, ταύτην ἀσμένως ἀπεπέμψατο τὴν 7.31.17 γυναῖκα εὐθύς. ἐτύγχανε δὲ βασιλεῖ τὸν Γερμανὸν ἀνεψιὸν ὄντα Βοραΐδην ἀδελφὸν ἔχειν. οὗτος οὖν Βοραΐδης ὁ Γερμανοῦ ἀδελφὸς ἔναγχος ἐτετελευτήκει, τῶν χρημάτων τὰ πλεῖστα τῷ τε ἀδελφῷ καὶ παισὶ 7.31.18 τοῖς ἐκείνου ἀπολιπών. οὔσης δὲ αὐτῷ γυναικός τε καὶ παιδὸς μιᾶς, τοσαῦτα τὴν παῖδα ἐκέλευεν ἔχειν ὅσα ὁ νόμος ἠνάγκαζε. διὸ δὴ βασιλεὺς τῇ παιδὶ μᾶλλον ἀμύνειν ἠξίου. ὅπερ ἐν τοῖς μάλιστα Γερμανὸν ἔδακνε. 7.32.1 Βασιλεῖ μὲν οὖν τά τε ἀμφὶ Ἀρταβάνῃ καὶ Γερμανῷ ταύτῃ πη εἶχεν. ἦν δέ τις Ἀρσάκης ὄνομα ἐν Βυζαντίῳ, Ἀρμένιος γένος, Ἀρσακίδης ἀνὴρ, τῷ 7.32.2 Ἀρταβάνῃ κατὰ γένος προσήκων. ὃς δὴ κακουργῶν ἐς τὴν πολιτείαν οὐ πολλῷ ἔμπροσθεν ἐφωράθη καὶ προδοσίας διαφανῶς ἑάλω ἅτε δὴ ἐς Χοσρόην τὸν Περσῶν βασιλέα πράγματα ἐπὶ Ῥωμαίοις νεώτερα 7.32.3 πράσσων. βασιλεύς τε αὐτὸν ἄλλο μὲν εἰργάσατο οὐδὲν ἄχαρι, ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον, οὐδὲν μέντοι αὐτὸν οὔτε τοῦ σώματος οὔτε τῆς οὐσίας ἀφείλετο, οὐ 7.32.4 μὴν οὐδὲ φυγῇ ἐζημίωσε. δυσφορούμενος δὲ ὅμως τοῖς ξυμπεπτωκόσιν Ἀρσάκης δολώσεις ἐπί τε Ἰου7.32.5 στινιανῷ καὶ τῇ πολιτείᾳ ἐπινοεῖν ἤρξατο. ἐπειδή τε ξυναχθόμενόν οἱ τὸν Ἀρταβάνην ἅτε ξυγγενῆ εἶδεν, ἔτι μᾶλλον ἠρέθιζέ τε καὶ λόγων ἐνέδραις τὸν ἄνθρωπον καταλαβὼν ἐκάκιζεν, οὔτε νύκτα οὔτε ἡμέραν τινὰ ἀνιεὶς, ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγο7.32.6 νότα ὠνείδιζεν. ἐπὶ μὲν γὰρ κακοῖς ἀλλοτρίοις γενναῖόν τε καὶ τῆς τυραννίδος διαλυτὴν αὐτὸν γεγονέναι, φίλον τε ὄντα καὶ ἑστιάτορα Γόνθαριν αὐτοχειρὶ λαβόντα 7.32.7 κτεῖναι οὐδενὶ λόγῳ. ἐν δέ γε τῷ παρόντι ἀποδειλιάσαντα οὕτως ἀνάνδρως ἐνταῦθα καθῆσθαι, τῆς μὲν πατρίδος οἱ φρουρουμένης τε ἐνδελεχέστατα καὶ δασμοῖς ἐκτετηκυίας ἀήθεσι, τοῦ δὲ πατρὸς ἀνῃρημένου ἐπὶ ξυνθηκῶν τε καὶ ξυμβάσεως λόγῳ, παντὸς δὲ τοῦ ξυγγενοῦς δεδουλωμένου τε καὶ σκεδαννυμένου ἀεὶ παν7.32.8 ταχόσε τῆς Ῥωμαίων ἀρχῆς. ἀλλὰ τούτων τοιούτων ὄντων αὐτῷ Ἀρταβάνης ἀποχρῆν οἴεται, εἰ στρατηγός τε Ῥωμαίων εἴη καὶ ὕπατος καλοῖτο μόνον «Καὶ σὺ «μὲν» ἔφη «ξυγγενεῖ τέ μοι ὄντι καὶ