213
ἁπάσης ἅτε ἐν πολιορκίᾳ σπανίζοντες, οἵ γε καὶ ἵππων μόλις τῶν σφίσιν ἀναγκαίων ἐδύναντο ἐπιμελεῖσθαι, Βελι5.19.20 σάριος ἐξεῦρε τόδε. ἔμπροσθεν τῆς γεφύρας, ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταις τε λέμβους δύο παρ' ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ' ἀλλήλων διέχοντας, ᾗ μάλιστα ἡ τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλας τε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν, ἣ τὰς 5.19.21 μύλας στρέφειν εἰώθει. ἐπέκεινα δὲ ἄλλας τε ἀκάτους ἐχομένας τῶν ἀεὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε. 5.19.22 προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ' ἑαυτὰς καλινδούμεναι ἐνήργουν τε τὰς κατ' αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. ἃ δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανί5.19.23 ζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε. δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφο5.19.24 ροῦντες ἐρρίπτουν. τούτων τε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσ5.19.25 επετεχνήσατο τάδε. ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα, ὅσα ὁ ποταμὸς ἔφερε, 5.19.26 ξυνίστατό τε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει. ταῦτά τε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι 5.19.27 ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι. οὕτω τε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων 5.19.28 τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο. ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύε5.19.29 σθαι. ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως, εἴ τι οὐ καθαρὸν, ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόν τε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι. 5.20.1 Τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοὶ, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ 5.20.2 τὸν ἕτερον ὀνομάσαντες, παλαίειν ἐκέλευον. ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν. καὶ αὐτὸν ὁ τῶν παίδων 5.20.3 ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων. λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, ὁ δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει. 5.20.4 καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο. 5.20.5 Ῥωμαίων δὲ ὁ δῆμος, τῶν ἐν πολέμῳ τε καὶ πολιορκίᾳ κακῶν ἀήθεις παντάπασιν ὄντες, ἐπειδὴ τῇ μὲν ἀλουσίᾳ ἐπιέζοντο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, φυλάσσειν τε ἄϋπνοι τὸν περίβολον ἠναγκάζοντο, καὶ τὴν πόλιν ἁλώσεσθαι οὐκ εἰς μακρὰν ὑπετόπαζον, ἅμα δὲ καὶ τοὺς πολεμίους ἑώρων τούς τε ἀγροὺς καὶ τἄλλα πάντα ληιζομένους, ἤσχαλλόν τε καὶ δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντό τε καὶ 5.20.6 ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν. ἐν σφίσι τε αὐτοῖς ξυνιστάμενοι Βελισαρίῳ ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, ὅς γε οὐκ ἀξιόχρεων πρὸς βασιλέως δύναμιν 5.20.7 λαβὼν ἐτόλμησεν ἐπὶ Γότθους στρατεύεσθαι. ταῦτα δὲ καὶ οἱ ἐκ βουλῆς, ἣν σύγκλητον καλοῦσι, Βελισαρίῳ ἐν παραβύστῳ ὠνείδιζον. ἅπερ Οὐίττιγις πρὸς τῶν αὐτομόλων ἀκούσας συγκρούειν τε αὐτοὺς ἔτι μᾶλλον ἐθέλων καὶ ἐς πολλὴν ταραχὴν ἐμπεσεῖσθαι τὰ Ῥωμαίων