239
ὅπη αὐτῷ βουλομένῳ ἐστίν.» {βάρβαροι} «Οὐδ' ἢν χρήματα ῥητὰ φέρειν βασιλεῖ «ἐφ' ἕκαστον ἔτος ἡμᾶς αὐτοὺς τάξωμεν;» 6.6.32 {Βελισάριος} «Οὐ δῆτα. οὐ γὰρ ἄλλου του ἡμεῖς 6.6.33 «αὐτοκράτορες ἢ ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν.» {βάρβαροι} «Φέρε δὴ, στέλλεσθαι ἡμᾶς παρὰ βασιλέα «ἀνάγκη καὶ πρὸς ἐκεῖνον τὰς ξυνθήκας περὶ τῶν ὅλων «ποιήσασθαι. δεῖ δὲ καὶ τακτόν τινα ὁρίζεσθαι χρόνον «καθ' ὃν προσήκει τὰ στρατόπεδα ἐς ἐκεχειρίαν παρί»στασθαι.» 6.6.34 {Βελισάριος} «Ἔστω· γινέσθω ταῦτα. οὐ γάρ ποτε 6.6.35 «ὑμῖν εἰρηναῖα βουλευομένοις ἐμποδὼν στήσομαι.» τοσαῦτα εἰπόντες διελύθησάν τε ἐκ τῶν λόγων ἑκάτεροι καὶ οἱ πρέσβεις τῶν Γότθων ἐς τὸ σφέτερον στρατό6.6.36 πεδον ἀπεχώρησαν. ἡμέραις δὲ ταῖς ἐπιγινομέναις συχνὰ παρ' ἀλλήλους φοιτῶντες τά τε ἀμφὶ τῇ ἐκεχειρίᾳ διετίθεντο καὶ ὅπως δὴ ἐπὶ ταύτῃ τῶν τινας ἐπισήμων ἑκάτεροι ἀλλήλοις ἐν ὁμήρων λόγῳ παρέχωνται. 6.7.1 Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ ὅ τε τῶν Ἰσαύρων στόλος τῷ Ῥωμαίων λιμένι προσέσχε καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐς Ὀστίαν ἦλθον, καὶ τῶν μὲν πολεμίων οὐδεὶς οὔτε καταίρουσιν οὔτε στρατο6.7.2 πεδευομένοις ἐμπόδιος σφίσιν ἐγένετο αὐτοῖς. ὅπως δὲ ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν οἷοί τε ὦσιν ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων, οἵ τε Ἴσαυροι τάφρον βαθεῖαν ἄγχιστα τοῦ λιμένος ὀρύξαντες φυλακὰς ἐκ περιτροπῆς ἀεὶ ἐποιοῦντο καὶ οἱ ξὺν τῷ Ἰωάννῃ ταῖς ἁμάξαις φραξάμενοι τὸ στρατόπεδον ἡσυχίαν εἶχον. 6.7.3 ἐπειδή τε νὺξ ἐπεγένετο, Βελισάριος ἐς Ὀστίαν ξὺν ἱππεῦσιν ἑκατὸν ἦλθε καὶ τά τε ξυμπεπτωκότα ἐν τῇ ξυμβολῇ τά τε ξυγκείμενα σφίσι τε καὶ Γότθοις εἰπὼν καὶ τὰ ἄλλα παραθαρσύνας, τά τε φορτία πέμπειν ἐκέλευε καὶ ξὺν προθυμίᾳ ἐς Ῥώμην ἰέναι. «ὅπως «γὰρ», ἔφη, «ἄνευ κινδύνου ἡ ὁδὸς ἔσται ἐγὼ προ6.7.4 «νοήσω.» αὐτὸς μὲν οὖν ὄρθρου βαθέος ἐς τὴν πόλιν ἀπήλαυνεν, Ἀντωνίαν δὲ ξὺν τοῖς ἄρχουσιν ἅμα ἡμέρᾳ τῶν φορτίων τὴν παρακομιδὴν ἐν βουλῇ ἐποιεῖτο. 6.7.5 ἐδόκει δὲ χαλεπὸν καὶ δεινῶς ἄπορον τὸ πρᾶγμα εἶναι. οἵ τε γὰρ βόες οὐκέτι ἀντεῖχον, ἀλλ' ἡμιθνῆτες ἅπαντες ἔκειντο, ἦν δὲ οὐδὲ ἀκίνδυνον στενήν τινα ὁδὸν ξὺν ταῖς ἁμάξαις πορεύεσθαι, καὶ διὰ τοῦ ποταμοῦ τὰς βάρεις ἀνέλκειν, καθάπερ τὸ παλαιὸν εἴθιστο, ἀδύνατα 6.7.6 ἦν. ἡ μὲν γὰρ ὁδὸς, ἣ τοῦ ποταμοῦ ἐν ἀριστερᾷ ἐστιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, πρὸς τῶν πολεμίων ἐχομένη Ῥωμαίοις τηνικαῦτα ἀπόρευτος ἦν, ἡ δὲ αὐτοῦ ἐπὶ θάτερα, ὅσα γε παρ' ὄχθην, 6.7.7 ἀστίβητος παντάπασι τυγχάνει οὖσα. διὸ δὴ τοὺς λέμβους νηῶν τῶν μειζόνων ἀπολεξάμενοι, σανίσι τε αὐτοὺς ὑψηλαῖς κύκλῳ τειχίσαντες, ὅπως οἱ πλέοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται, τοξότας τε καὶ 6.7.8 ναύτας ἐσεβίβασαν κατὰ λόγον ἑκάστου. τῶν τε φορτίων ἐν αὐτοῖς ὅσα φέρειν οἷοί τε ἦσαν ἐνθέμενοι, διὰ τοῦ Τιβέριδος ἐς Ῥώμην πνεῦμα τηρήσαντες σφίσιν ἐπίφορον ἐναυτίλλοντο, καὶ τοῦ στρατοῦ μέρος 6.7.9 ἐν δεξιᾷ τοῦ ποταμοῦ παρεβεβοηθήκει. ἐλείποντο δὲ τῶν Ἰσαύρων συχνοὺς τὰς ναῦς φυλάσσοντας. ἔνθα μὲν οὖν ἐκ τοῦ εὐθέος ὁ ποταμὸς ᾔει, πόνῳ οὐδενὶ ἔπλεον, ἀράμενοι τὰ τῶν λέμβων ἱστία· ᾗ δὲ ὁ ῥοῦς ἑλισσόμενος ὁδὸν πλαγίαν ἐφέρετο, ἐνταῦθα ἐπεὶ τὰ ἱστία τῷ πνεύματι οὐδαμῆ ἐνηργεῖτο, ἐρέσσοντές τε καὶ τὸν ῥοῦν βιαζόμενοι πόνον οἱ ναῦται οὐ μέτριον 6.7.10 εἶχον. οἱ δὲ βάρβαροι ἐν τοῖς στρατοπέδοις καθήμενοι ἐμπόδιοι γίνεσθαι τοῖς πολεμίοις ἥκιστα ἤθελον, ἢ κατωρρωδηκότες τὸν κίνδυνον, ἢ οὐκ ἄν ποτε ταύτῃ Ῥωμαίους ἐσκομίζεσθαί τι τῶν ἀναγκαίων οἰόμενοι, αἰτίᾳ τε οὐ λόγου ἀξίᾳ διακωλύειν τὴν τῆς ἐκεχειρίας ἐλπίδα, ἣν ὑποσχέσει Βελισάριος ἐκρατύνατο, ἀξύμφο6.7.11 ρον σφίσιν εἶναι ἡγούμενοι. Γότθοι μέντοι, ὅσοι ἐν Πόρτῳ ἦσαν, ἐν χρῷ ἀεὶ παραπλέοντας τοὺς πολεμίους θεώμενοι οὐδαμῆ ἥπτοντο, ἀλλὰ τεθηπότες ἐκάθηντο 6.7.12 τὴν αὐτῶν ἔννοιαν. ἐπεὶ δὲ τρόπῳ τῷ αὐτῷ πολλάκις ἀναπλεύσαντες ἅπαντα κατ' ἐξουσίαν ἐσεκομίσαντο τὰ φορτία, οἱ μὲν ναῦται ξὺν ταῖς ναυσὶν ἀνεχώρησαν κατὰ τάχος (ἤδη γὰρ καὶ τοῦ ἔτους ἀμφὶ τροπὰς χειμερινὰς ἦν), τὸ δὲ λοιπὸν στράτευμα ἐς Ῥώμην ἐσῆλθε, πλήν γε δὴ ὅτι Παῦλος ἐν Ὀστίᾳ ξὺν